Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (5.607-5.688)


Ὣς ἄρ᾽ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.
ἔνθ᾽ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης,
εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε.
610 τὼ δὲ πεσόντ᾽ ἐλέησε μέγας Τελαμώνιος Αἴας·
στῆ δὲ μάλ᾽ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
καὶ βάλεν Ἄμφιον, Σελάγου υἱόν, ὅς ῥ᾽ ἐνὶ Παισῷ
ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖρα
ἦγ᾽ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας.
615 τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας,
νειαίρῃ δ᾽ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος,
δούπησεν δὲ πεσών· ὁ δ᾽ ἐπέδραμε φαίδιμος Αἴας
τεύχεα συλήσων· Τρῶες δ᾽ ἐπὶ δούρατ᾽ ἔχευαν
ὀξέα παμφανόωντα· σάκος δ᾽ ἀνεδέξατο πολλά.
620 αὐτὰρ ὁ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος
ἐσπάσατ᾽· οὐδ᾽ ἄρ᾽ ἔτ᾽ ἄλλα δυνήσατο τεύχεα καλὰ
ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι.
δεῖσε δ᾽ ὅ γ᾽ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,
οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχε᾽ ἔχοντες,
625 οἵ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
ὦσαν ἀπὸ σφείων· ὁ δὲ χασσάμενος πελεμίχθη.
Ὣς οἱ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
Τληπόλεμον δ᾽ Ἡρακλεΐδην, ἠΰν τε μέγαν τε,
ὦρσεν ἐπ᾽ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.
630 οἱ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,
υἱός θ᾽ υἱωνός τε Διὸς νεφεληγερέταο,
τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε·
«Σαρπῆδον, Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη
πτώσσειν ἐνθάδ᾽ ἐόντι μάχης ἀδαήμονι φωτί;
635 ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο
εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν
οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων·
ἀλλ᾽ οἷόν τινά φασι βίην Ἡρακληείην
εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα·
640 ὅς ποτε δεῦρ᾽ ἐλθὼν ἕνεχ᾽ ἵππων Λαομέδοντος
ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν
Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δ᾽ ἀγυιάς·
σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.
οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι
645 ἐλθόντ᾽ ἐκ Λυκίης, οὐδ᾽ εἰ μάλα καρτερός ἐσσι,
ἀλλ᾽ ὑπ᾽ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.»
Τὸν δ᾽ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα·
«Τληπόλεμ᾽, ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν
ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,
650 ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ,
οὐδ᾽ ἀπέδωχ᾽ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.
σοὶ δ᾽ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δ᾽ ὑπὸ δουρὶ δαμέντα
εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ᾽ Ἄϊδι κλυτοπώλῳ.»
655Ὣς φάτο Σαρπηδών, ὁ δ᾽ ἀνέσχετο μείλινον ἔγχος
Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ
ἐκ χειρῶν ἤϊξαν· ὁ μὲν βάλεν αὐχένα μέσσον
Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθ᾽ ἀλεγεινή·
τὸν δὲ κατ᾽ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.
660 Τληπόλεμος δ᾽ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ
βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα,
ὀστέῳ ἐγχριμφθεῖσα, πατὴρ δ᾽ ἔτι λοιγὸν ἄμυνεν.
Οἱ μὲν ἄρ᾽ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν
665 ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατ᾽ οὐδ᾽ ἐνόησε,
μηροῦ ἐξερύσαι δόρυ μείλινον, ὄφρ᾽ ἐπιβαίη,
σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.
Τληπόλεμον δ᾽ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς
670 τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ·
μερμήριξε δ᾽ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,
ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.
οὐδ᾽ ἄρ᾽ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν
675 ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ·
τῶ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.
ἔνθ᾽ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε
Ἄλκανδρόν θ᾽ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.
καί νύ κ᾽ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεύς,
680 εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ·
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
δεῖμα φέρων Δαναοῖσι· χάρη δ᾽ ἄρα οἱ προσιόντι
Σαρπηδὼν Διὸς υἱός, ἔπος δ᾽ ὀλοφυδνὸν ἔειπε·
«Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς
685 κεῖσθαι, ἀλλ᾽ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν
ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρ᾽ ἔμελλον ἔγωγε
νοστήσας οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.»


Αυτά ᾽πε και πολύ σιμά τούς έσμιξαν οι Τρώες.
Ο Έκτωρ τον Αγχίαλον και τον Μενέσθην άνδρες
ανδρειωμένους φόνευσεν εις έν᾽ αμάξι αντάμα·
610ο μέγας τούς λυπήθηκεν ο Τελαμώνιος Αίας,
ποοχώρησε κι εστήθη αυτού κι εκτύπησε μ᾽ ακόντι
τον Σελαγίδην Άμφιον, που στην Παισόν κατοίκα
και κτήματ᾽ είχε και πολλά χωράφια, πλην η μοίρα
στον Πρίαμον τον έφερε βοηθόν και στα παιδιά του.
615Στην ζώνην τον εκτύπησεν ο Τελαμώνιος Αίας
και στην γαστέρα εμπήχθηκε το απέραντον ακόντι·
με βρόντον πέφτει· τρέχει ευθύς τα όπλα να του πάρει
ο μέγας Αίας· κι έχυναν τα φονικά των βέλη
σ᾽ αυτόν οι Τρώες πάμπολλα κι επήρε η ασπίδα πλήθος.
620Και αντιπατώντας έβγαλεν απ᾽ τον νεκρόν τ᾽ ακόντι·
αλλ᾽ όμως δεν τον άφηναν τ᾽ ακόντια να τον γδύσει
απ᾽ τα λαμπρά του άρματα· φοβήθη τότ᾽ ο Αίας
μη πάθει κύκλωσιν σφοδρήν των αγερώχων Τρώων,
που με κοντάρι επάνω του πολλοί και ανδρειωμένοι,
625αν κι είχε μέγα θαυμαστό παράστημα και ωραίο,
τον έσπρωξαν· τινάχθηκεν αυτός κι εσύρθη οπίσω.
Έτσι ενεργούσαν στον σφοδρόν αγώνα του πολέμου.
Κι έσπρωξ᾽ η μοίρα ανίκητη τον μέγαν Ηρακλείδην
Τληπόλεμον ενάντια στον θείον Σαρπηδόνα·
630και άμ᾽ αντικρύ προχώρησαν ο ένας προς τον άλλον,
ο έγγονος με τον υιόν του βροντοφόρου Δία,
προσφώνησε ο Τληπόλεμος τον Σαρπηδόνα πρώτος:
«Τι σ᾽ αναγκάζει, Σαρπηδών, ω των Λυκίων άρχε,
ως άνθρωπος απόλεμος να κρύβεσ᾽ εδώ πέρα;
635Ψεύδοντ᾽ αν λέγουν που ᾽σαι υιός του αιγιδοφόρου Δία
κι είσαι πολύ κατώτερος εκείνων των ηρώων
οπού στες πρώτες γενεές έχει γεννήσει ο Δίας,
ως ήταν ο πατέρας μου, ως λέγουν, ο Ηρακλέας
λεοντόψυχος, ατρόμητος, που ότ᾽ ήλθε εδώ να λάβει
640τους ίππους του Λαομέδοντος, μ᾽ έξι καράβια μόνα
και μ᾽ ολιγότερον στρατόν, την πόλιν της Ιλίου
επόρθησε και από λαόν ορφάνωσε τους δρόμους·
και συ ψυχήν έχεις δειλήν και φθείροντ᾽ οι λαοί σου.
Ουδέ θαρρώ πως στήριγμα θενά ᾽σαι συ των Τρώων,
645αν και ανδρειωμένος βοηθός απ᾽ την Λυκίαν ήλθες·
αλλά θα ιδείς που η λόγχη μου στον Άδη θα σε στείλει».
Και ο Σαρπηδών απάντησε: «Τληπόλεμε, ότι εκείνος
την Ίλιον τότ᾽ ερήμωσε, προήλθε απ᾽ την μωρίαν
του σεβαστού Λαομέδοντος, που αυτόν οπού τον είχε
650ευεργετήσει εξύβρισε, κι έλειψε να του δώσει
τους ίππους, που χάριν αυτών μακρόθεν είχεν έλθει·
και σένα λέγ᾽ ότι απ᾽ εμέ φόνον και μαύρην μοίραν
εδώ θα λάβεις και απ᾽ αυτήν την λόγχην μου θα πέσεις,
το καύχημα να πάρω εγώ και ο Άδης την ψυχήν σου».
655Κι εσήκωσε ο Τληπόλεμος το φράξινο κοντάρι·
σύγχρον᾽ από τα χέρια τους τ᾽ ακόντια πεταχθήκαν
το ζνίχι ο Σαρπηδών κτυπά και πέρα η πικρή λόγχη
εβγήκε και τα μάτια του μαύρο σκεπάζει σκότος.
Αλλά τ᾽ αριστερό μερί του Σαρπηδόνος είχε
660ήδη τρυπήσ᾽ η μακριά του Τληπολέμου λόγχη
και μανιωμένη ξάκρισε ξυστά το κόκαλό του·
ακόμη από τον θάνατον τον φύλαγε ο πατέρας.
Και οι σύντροφοι απ᾽ τον πόλεμον τον θείον Σαρπηδόνα
έπαιρναν· τον εβάρυνεν, ως το ᾽σερνε, το μέγα
665κοντάρι ότι βιαζόμενοι και στενοχωρημένοι
κανείς δεν ᾽σκέφθη, όπως αυτός ελεύθερα πατήσει,
να του αφαιρέσει απ᾽ το μερί το φράξινο κοντάρι.
Ομοίως τον Τληπόλεμον επαίρναν οι γενναίοι
οι Αχαιοί και ως είδε αυτούς ο θείος Οδυσσέας,
670πάθος μεγάλο αισθάνθηκεν η ανδράγαθη καρδιά του,
κι εβάλθηκε στου λογισμού τα βάθη να μετρήσει·
θα κυνηγήσει τον υιόν του βαρυκτύπου Δία
ή αυτού θα δώσει θάνατον στο πλήθος των Λυκίων;
Αλλ᾽ απ΄ την λόγχην του υψηλού στο φρόνημα Οδυσσέως
675να πέσει ο γόνος του Διός δεν ήθελεν η μοίρα·
κι η Αθηνά τον έκλινε στο πλήθος των Λυκίων.
Τον Κοίρανον και Αλάστορα, τον Άλιον και Χρομίον
τον Νοήμονα, τον Άλκανδρον, τον Πρύτανιν φονεύει·
και άλλους θα έκοφτε πολλούς ο θείος Οδυσσέας,
680μακρόθε αν δεν τον έβλεπεν ο λοφοσείστης Έκτωρ.
Κι εβγήκε με λαμπρ᾽ άρματα ζωσμένος στους προμάχους,
φόβος πολύς των Δαναών· άμα τον είδ᾽ εχάρη
ο Σαρπηδών ο διογενής και θλιβερά του είπε:
«Πριαμίδη, μη στων Δαναών τα χέρια ᾽δω μ᾽ αφήσεις
685αλλά βοήθειαν δώσε μου· καν στην δικήν σας πόλιν
ας ξεψυχήσω, αφού σ᾽ εμέ δεν ήταν διορισμένο
να γύρω στην αγαπητήν πατρίδα να χαρύνω
την ποθητήν μου σύντροφον και το γλυκό μου βρέφος».