Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (5.76-5.158)


Εὐρύπυλος δ᾽ Εὐαιμονίδης Ὑψήνορα δῖον,
υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου
ἀρητὴρ ἐτέτυκτο, θεὸς δ᾽ ὣς τίετο δήμῳ,
τὸν μὲν ἄρ᾽ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,
πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασ᾽ ὦμον 80
φασγάνῳ ἀΐξας, ἀπὸ δ᾽ ἔξεσε χεῖρα βαρεῖαν·
αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατ᾽ ὄσσε
ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
Ὣς οἱ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
Τυδεΐδην δ᾽ οὐκ ἂν γνοίης ποτέροισι μετείη, 85
ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετ᾽ Ἀχαιοῖς.
θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς
χειμάρρῳ, ὅς τ᾽ ὦκα ῥέων ἐκέδασσε γεφύρας·
τὸν δ᾽ οὔτ᾽ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,
οὔτ᾽ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων 90
ἐλθόντ᾽ ἐξαπίνης, ὅτ᾽ ἐπιβρίσῃ Διὸς ὄμβρος·
πολλὰ δ᾽ ὑπ᾽ αὐτοῦ ἔργα κατήριπε κάλ᾽ αἰζηῶν·
ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες
Τρώων, οὐδ᾽ ἄρα μιν μίμνον πολέες περ ἐόντες.
Τὸν δ᾽ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς 95
θύνοντ᾽ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,
αἶψ᾽ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα,
καὶ βάλ᾽ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον,
θώρηκος γύαλον· διὰ δ᾽ ἔπτατο πικρὸς ὀϊστός,
100 ἀντικρὺ δὲ διέσχε, παλάσσετο δ᾽ αἵματι θώρηξ.
τῷ δ᾽ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·
«ὄρνυσθε, Τρῶες μεγάθυμοι, κέντορες ἵππων·
βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ φημι
δήθ᾽ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με
105 ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.»
Ὣς ἔφατ᾽ εὐχόμενος· τὸν δ᾽ οὐ βέλος ὠκὺ δάμασσεν,
ἀλλ᾽ ἀναχωρήσας πρόσθ᾽ ἵπποιιν καὶ ὄχεσφιν
ἔστη, καὶ Σθένελον προσέφη, Καπανήϊον υἱόν·
«ὄρσο, πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,
110 ὄφρα μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.»
Ὣς ἄρ᾽ ἔφη, Σθένελος δὲ καθ᾽ ἵππων ἆλτο χαμᾶζε,
πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσ᾽ ὤμου·
αἷμα δ᾽ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.
δὴ τότ᾽ ἔπειτ᾽ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
115 «κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,
εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης
δηΐῳ ἐν πολέμῳ, νῦν αὖτ᾽ ἐμὲ φῖλαι, Ἀθήνη·
δὸς δέ τέ μ᾽ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν,
ὅς μ᾽ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι
120 δηρὸν ἔτ᾽ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.»
Ὣς ἔφατ᾽ εὐχόμενος· τοῦ δ᾽ ἔκλυε Παλλὰς Ἀθήνη,
γυῖα δ᾽ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·
ἀγχοῦ δ᾽ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
«θαρσῶν νῦν, Διόμηδες, ἐπὶ Τρώεσσι μάχεσθαι·
125 ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα
ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·
ἀχλὺν δ᾽ αὖ τοι ἀπ᾽ ὀφθαλμῶν ἕλον, ἣ πρὶν ἐπῆεν,
ὄφρ᾽ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
τῶ νῦν, αἴ κε θεὸς πειρώμενος ἐνθάδ᾽ ἵκηται,
130 μή τι σύ γ᾽ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι
τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
ἔλθῃσ᾽ ἐς πόλεμον, τήν γ᾽ οὐτάμεν ὀξέϊ χαλκῷ.»
Ἡ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη γλαυκῶπις Ἀθήνη,
Τυδεΐδης δ᾽ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη,
135 καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι·
δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος, ὥς τε λέοντα,
ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπ᾽ εἰροπόκοις ὀΐεσσι
χραύσῃ μέν τ᾽ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ·
τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τ᾽ οὐ προσαμύνει,
140 ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δ᾽ ἐρῆμα φοβεῖται·
αἱ μέν τ᾽ ἀγχιστῖναι ἐπ᾽ ἀλλήλῃσι κέχυνται,
αὐτὰρ ὁ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς·
ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.
Ἔνθ᾽ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα, ποιμένα λαῶν,
145 τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,
τὸν δ᾽ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρ᾽ ὦμον
πλῆξ᾽, ἀπὸ δ᾽ αὐχένος ὦμον ἐέργαθεν ἠδ᾽ ἀπὸ νώτου.
τοὺς μὲν ἔασ᾽, ὁ δ᾽ Ἄβαντα μετῴχετο καὶ Πολύιδον,
υἱέας Εὐρυδάμαντος, ὀνειροπόλοιο γέροντος·
150 τοῖς οὐκ ἐρχομένοις ὁ γέρων ἐκρίνατ᾽ ὀνείρους,
ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·
βῆ δὲ μετὰ Ξάνθον τε Θόωνά τε, Φαίνοπος υἷε,
ἄμφω τηλυγέτω· ὁ δὲ τείρετο γήραϊ λυγρῷ,
υἱὸν δ᾽ οὐ τέκετ᾽ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.
155 ἔνθ᾽ ὅ γε τοὺς ἐνάριζε, φίλον δ᾽ ἐξαίνυτο θυμὸν
ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ
λεῖπ᾽, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε
δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.


Τον θείον τότε Υψήνορα, του υπερηφάνου εκείνου
του Δολοπίονος υιόν, ιερέα του Σκαμάνδρου,
οπού ο λαός ολόκληρος ωσάν θεόν τιμούσε,
ο Ευαιμονίδης ο λαμπρός Ευρύπυλος τον φθάνει,
80εμπρός του ως έφευγε, και αυτού του θέρισε απ᾽ τον ώμον
με μάχαιραν το δυνατό του χέρι· και αυτό πέφτει
αιματωμένο κατά γης· τους οφθαλμούς τού κλείσαν
η μοίρα η παντοδύναμη και του θανάτου σκότος.
Έτσι ενεργούσαν στον σφοδρόν αγώνα του πολέμου·
85και τότε δεν θα γνώριζες με ποιους είναι ο Τυδείδης,
αν πάει με τους Αχαιούς ή με τους Τρωαδίτες,
ότι στο σιάδι εμάνιζεν, ως φουσκωτό ποτάμι
που παίρνει κάθε πρόχωμα με την σφοδράν ροήν του·
ούτε προχώματα κρατούν εκείνου την πλημμύραν,
90ούτε των κήπων στερεοί φραγμοί την εμποδίζουν,
έξαφν᾽ αν φθάσει, αν του Διός νεροποντιά πληθύνει
και καταστρέφει γεωργών έργα πολλά και ωραία·
όμοια τες πυκνές φάλαγγες ετάραζε ο Τυδείδης
των Τρώων και τα πλήθη των δεν στέκονταν εμπρός του.
95Τον είδε του Λυκάονος ο υιός ο επαινεμένος
τες φάλαγγες με μάνητα να σπάνει στην πεδιάδα·
το κυρτό τόξο ετέντωσε ενάντιά του, ως ορμούσε
επάνω του· τον πίτυχε στου θώρακος το κύτος,
στον δεξιόν ώμον· το πικρόν ακόντι ανοίγει δρόμον
100αντίπερα κι ο θώρακας εγέμισ᾽ όλος αίμα.
Φώναξε τότε ο Πάνδαρος μακριά να τον ακούσουν:
«Γενναίοι Τρώες, κεντηταί των ίππων, κινηθείτε·
λαβώθ΄ ιδού των Αχαιών ο πρώτος και θα πέσει
απ᾽ το σφοδρό μου ακόντισμα· αν μ᾽ έσπρωξε τωόντι
105ο Απόλλων του Διός υιός ως ήλθ᾽ απ΄ την Λυκίαν».
Αυτά ᾽πε αυτός καυχώμενος· δεν έπεσε απ᾽ το βέλος
κείνος, αλλ᾽ αναμέρισε κι εμπρός στ᾽ αμάξι εστάθη
και είπε προς τον Σθένελον, υιόν του Καπανέως:
«Έλα, Καπανειάδη μου, κατέβ᾽ από τ᾽ αμάξι
110από τον ώμον το πικρόν ακόντι να μου σύρεις».
Είπε και χάμου ο Σθένελος επήδησ᾽ απ᾽ το αμάξι
και από τον ώμον μέσαθε του ετράβηξε το ακόντι
και το αίμα ευθύς πετάχθηκεν απ᾽ τον κρουστόν χιτώνα·
και τότ᾽ ευχήθη ο ξακουστός στες μάχες Διομήδης:
115«Άκου με, κόρη αδάμαστη του αιγιδοφόρου Δία,
εάν ποτέ στον πόλεμον εδείχθης του πατρός μου
καλή βοηθός, αγάπησε κι εμέ, θεά μου, τώρα·
τον άνδρα που μ᾽ ελάβωσε κι επαίρεται και λέγει
που ολίγο ακόμη θα χαρώ το λαμπρό φως του ηλίου,
120δώσ᾽ να τον φθάσ᾽ η λόγχη μου νεκρός να πέσει εμπρός μου».
Αυτά δεήθη, κι η θεά την δέησιν εδέχθη,
τα μέλη τού ᾽καμ᾽ ελαφρά, τα πόδια και τα χέρια,
κι ήλθε σιμά του κι είπε του με λόγια φτερωμένα:
«Διομήδη, τώρα θαρρετά πολέμησε τους Τρώας,
125ότι στα στήθη σού ᾽βαλα την πατρικήν ανδρείαν
ατρόμητην, ως ο Τυδεύς την είχε ο ασπιδοφόρος
και την κατάχνια αφαίρεσα που σκέπαζε το φως σου,
όπως θεόν από θνητόν ευκόλως ξεχωρίσεις.
Δια τούτο αν έλθει εδώ θεός για να σε δοκιμάσει,
130μ᾽ άλλον αθάνατον θεόν εσύ μη πολεμήσεις
κανέναν· αλλ᾽ αν του Διός η κόρ᾽ η Αφροδίτη
έλθει στον πόλεμον αυτήν με λόγχην θα κτυπήσεις».
Αυτά ᾽πε και αναχώρησεν η γλαυκομάτ᾽ Αθήνη.
Εις τους προμάχους όρμησε και πάλιν ο Τυδείδης
135και αν ήταν πρόθυμος και πριν να πολεμά τους Τρώας,
τώρ᾽ είχε τρίδιπλην ορμήν, ως έχει το λεοντάρι,
που όταν πηδήσει στην αυλήν των μαλλιαρών προβάτων
και το σκαρφίσει ο φύλακας, χωρίς να το φονεύσει,
ανδρειά του δίδει και ποσώς δεν του αντιστέκει πλέον,
140μέσα στες στάνες κρύβεται και τα ᾽ρημα σκορπιούνται·
εκείνα επανωβιάζονται κι εκείνο απ᾽ την βαθείαν
αυλήν με μέγα πήδημα στην εξοχήν πετιέται·
έτσι στους Τρώας χύθηκεν ο δυνατός Τυδείδης.
Κτυπά κει τον Αστύνοον κι Υπείρονα τον άρχον·
145κείνον επάνω στον μαστόν με λογχοφόρο ακόντι,
τον άλλον με τρανό σπαθί μέσα στην ωμοπλάτην
και απ᾽ τον αυχένα εχώρισε τον ώμον και απ᾽ τα νώτα.
Εκείθε στον Πολύιδον και Άβαντα περνάει,
υιούς του Ευρυδάμαντος, του γέρου ονειροκρίτου·
150σ᾽ αυτούς δεν ξήγησ᾽ όνειρα οπότε αναχωρούσαν,
αλλά νεκρούς τους γύμνωσεν ο δυνατός Διομήδης.
Τον Ξάνθον και τον Θόωνα, δυο τέκνα και τα δύο
αγαπητά του Φαίνοπος, που᾽΄χε κακό το γήρας,
ότι άλλον δεν εγέννησε το βιο του να του αφήσει.
155Τους πήρε την γλυκιά ζωήν κι εγύμνωσε ο Τυδείδης
και άφην᾽ εις δάκρυα και οδυρμούς τον άκληρον πατέρα,
που δεν τους διέχθη ζωντανούς οπίσω από την μάχην
και μακρινοί του συγγενείς το βιος του εμοιρασθήκαν.