Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (4.457-4.544)


Πρῶτος δ᾽ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν
ἐσθλὸν ἐνὶ προμάχοισι, Θαλυσιάδην Ἐχέπωλον·
τόν ῥ᾽ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
460 ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ᾽ ἄρ᾽ ὀστέον εἴσω
αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν,
ἤριπε δ᾽, ὡς ὅτε πύργος, ἐνὶ κρατερῇ ὑσμίνῃ.
τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ
Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,
465 ἕλκε δ᾽ ὑπὲκ βελέων, λελιημένος ὄφρα τάχιστα
τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθ᾽ ὁρμή.
νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ
πλευρά, τά οἱ κύψαντι παρ᾽ ἀσπίδος ἐξεφαάνθη,
οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.
470 ὣς τὸν μὲν λίπε θυμός, ἐπ᾽ αὐτῷ δ᾽ ἔργον ἐτύχθη
ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἱ δὲ λύκοι ὣς
ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δ᾽ ἄνδρ᾽ ἐδνοπάλιζεν.
Ἔνθ᾽ ἔβαλ᾽ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας,
ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ
475 Ἴδηθεν κατιοῦσα παρ᾽ ὄχθῃσιν Σιμόεντος
γείνατ᾽, ἐπεί ῥα τοκεῦσιν ἅμ᾽ ἕσπετο μῆλα ἰδέσθαι·
τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι
θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
ἔπλεθ᾽ ὑπ᾽ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
480 πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν
δεξιόν· ἀντικρὺ δὲ δι᾽ ὤμου χάλκεον ἔγχος
ἦλθεν· ὁ δ᾽ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὥς,
ἥ ῥά τ᾽ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει
λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπ᾽ ἀκροτάτῃ πεφύασι·
485 τὴν μέν θ᾽ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ
ἐξέταμ᾽, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ·
ἡ μέν τ᾽ ἀζομένη κεῖται ποταμοῖο παρ᾽ ὄχθας.
τοῖον ἄρ᾽ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν
Αἴας διογενής· τοῦ δ᾽ Ἄντιφος αἰολοθώρηξ
490 Πριαμίδης καθ᾽ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί.
τοῦ μὲν ἅμαρθ᾽, ὁ δὲ Λεῦκον, Ὀδυσσέος ἐσθλὸν ἑταῖρον,
βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσ᾽ ἐρύοντα·
ἤριπε δ᾽ ἀμφ᾽ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.
τοῦ δ᾽ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,
495 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
στῆ δὲ μάλ᾽ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ
ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο
ἀνδρὸς ἀκοντίσσαντος· ὁ δ᾽ οὐχ ἅλιον βέλος ἧκεν,
ἀλλ᾽ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα,
500 ὅς οἱ Ἀβυδόθεν ἦλθε, παρ᾽ ἵππων ὠκειάων.
τόν ῥ᾽ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ
κόρσην· ἡ δ᾽ ἑτέροιο διὰ κροτάφοιο πέρησεν
αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε,
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.
505 χώρησαν δ᾽ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·
Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,
ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δ᾽ Ἀπόλλων
Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετ᾽ ἀΰσας·
«ὄρνυσθ᾽, ἱππόδαμοι Τρῶες, μηδ᾽ εἴκετε χάρμης
510 Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος
χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν·
οὐ μὰν οὐδ᾽ Ἀχιλεύς, Θέτιδος πάϊς ἠϋκόμοιο,
μάρναται, ἀλλ᾽ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.»
Ὣς φάτ᾽ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς
515 ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια,
ἐρχομένη καθ᾽ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.
Ἔνθ᾽ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε·
χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι
κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν,
520 Πείρως Ἰμβρασίδης, ὃς ἄρ᾽ Αἰνόθεν εἰληλούθει.
ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς
ἄχρις ἀπηλοίησεν· ὁ δ᾽ ὕπτιος ἐν κονίῃσι
κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας,
θυμὸν ἀποπνείων· ὁ δ᾽ ἐπέδραμεν ὅς ῥ᾽ ἔβαλέν περ,
525 Πείρως, οὖτα δὲ δουρὶ παρ᾽ ὀμφαλόν· ἐκ δ᾽ ἄρα πᾶσαι
χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.
Τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ
στέρνον ὑπὲρ μαζοῖο, πάγη δ᾽ ἐν πνεύμονι χαλκός·
ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δ᾽ ὄβριμον ἔγχος
530 ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,
τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δ᾽ αἴνυτο θυμόν.
τεύχεα δ᾽ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι
Θρήϊκες ἀκρόκομοι, δολίχ᾽ ἔγχεα χερσὶν ἔχοντες,
οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
535 ὦσαν ἀπὸ σφείων· ὁ δὲ χασσάμενος πελεμίχθη.
ὣς τώ γ᾽ ἐν κονίῃσι παρ᾽ ἀλλήλοισι τετάσθην,
ἤτοι ὁ μὲν Θρῃκῶν, ὁ δ᾽ Ἐπειῶν χαλκοχιτώνων,
ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.
Ἔνθα κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,
540 ὅς τις ἔτ᾽ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ
δινεύοι κατὰ μέσσον, ἄγοι δέ Παλλὰς Ἀθήνη
χειρὸς ἑλοῦσ᾽, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·
πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ
πρηνέες ἐν κονίῃσι παρ᾽ ἀλλήλοισι τέταντο.


Ρίχνει πρώτος ο Αντίλοχος πολεμιστήν των Τρώων
τον Θαλυσιάδη Εχέπωλον λαμπρόν μες στους προμάχους·
της τριχοφόρου κόρυθος του κτύπησε τον κώνον,
460το έμπηξε στο μέτωπον κι η χάλκιν᾽ άκρη μέσα
επέρασε το κόκαλο κι έχασε αυτός το φως του
και ως πέφτει πύργος έπεσε στον φοβερόν αγώνα.
Και άμ᾽ έπεσε, απ᾽ τα πόδια του τον έπιασ᾽ ο Ελεφήνωρ
Χαλκοδοντιάδης, αρχηγός των ψυχερών Αβάντων,
465και να τον σύρει εσπούδαζε μακράν από τα βέλη
να τον γυμνώσει, αλλά πολύ δεν κράτησ᾽ η ορμή του,
ότι ως τον είδ᾽ ο ψυχερός Αγήνωρ να τον σέρνει,
εις το πλευρόν που ως έσκυφτε γυμνώθη απ᾽ την ασπίδα,
χάλκινο βέλος του ᾽ριξε και του ᾽λυσε τα μέλη.
470Έτσι τον άφηκε η ψυχή κι επάνω του εκροτήθη
των Τρώων και των Αχαιών έργον δεινόν· και ως λύκοι
ορμούσαν για να χαλασθούν κι άνδρας εφόνευ᾽ άνδρα.
Τον Σιμοείσιον κτύπησεν ο Τελαμώνιος Αίας
του Ανθεμίωνος λαμπρόν αγόρι, που η μητέρα
475στες όχθες του Σιμόεντος εγέννησε, ως ερχόταν
από την Ίδην στες βοσκές κατόπι στους γονείς της,
όθεν του εβγάλαν τ᾽ όνομα· και των γλυκών γονέων
τα θρέπτρα δεν απέδωκεν ότ΄ η ζωή του εκόπη
απ᾽ του μεγάλου Αίαντος το ανίκητο κοντάρι.
480Ότι ενώ πρώτος πρόβαινε τον κτύπησε στο στήθος
σιμά στον δεξιόν μαστόν· αντίκρυ εβγήκε η λόγχη
στον ώμον· έπεσεν αυτός στα χώματα, ωσάν λεύκα
οπού εις μεγάλην λιβαδιά γεννήθηκε κι ανδρώθη
ομαλή όλη και υψηλά μόνον γεννά τους κλώνους·
485την έκοψε αμαξοποιός με την λαμπρήν αξίνην
να την λυγίσει για τροχόν εις εύμορφον αμάξι·
κείτεται αυτού και φρύγεται στου ποταμού την όχθην·
όμοιον τον Σιμοείσιον έστρωσε κάτ᾽ ο Αίας.
Και αυτόν ο λαμπροθώρηκτος Άντιφος Πριαμίδης
490μέσα στα στήθη ακόντισε, αλλ᾽ αντ᾽ αυτού τον Λεύκον,
του Οδυσσέως σύντροφον λαμπρόν, στο ριζομέρι
επέτυχεν εις την στιγμήν πόσερνε αλλού το πτώμα·
και όπως σωριάσθη του ᾽πεσε το πτώμ᾽ από το χέρι.
Εκείνου ο φόνος χόλωσε πολύ τον Οδυσσέα·
495εις τους προμάχους σπρώχθη ευθύς κι έλαμπε στ᾽ άρματ΄ όλος·
εστάθη αυτού πολύ σιμά και γύρω του κοιτώντας
ακόντισε· τραβήχθηκαν στ᾽ ακόντισμά του οι Τρώες·
το βέλος του δεν χάθηκεν, αλλ᾽ ήβρε του Πριάμου
τον νόθον Δημοκόωντα, πού ᾽χ᾽ έλθει απ᾽ της Αβύδου
500τα μέρη, όπου γοργόποδες ανάτρεφε φοράδες.
Εκείνον, για τον σύντροφον ως χόλωσ᾽ ο Οδυσσέας,
εκτύπησε στον μήλιγγα· κι η χάλκιν᾽ άκρη εβγήκε
στον άλλον μήλιγγ᾽ αντικρύ· το φως του χάνει εκείνος,
με κρότον πέφτει και αντηχούν επάνω τ᾽ άρματά του.
505Κάμνουν τα οπίσω οι πρόμαχοι και ο δοξασμένος Έκτωρ·
εκραύγασαν οι Αχαιοί και τους νεκρούς επήραν
κι εμπρός πολύ προχώρησαν· οργίσθη όπως τους είδε
ο Φοίβος απ᾽ τα Πέργαμα κι εφώναζε των Τρώων:
«Τρώες, ξυπνάτε, ιππόδαμοι, και μην υποχωρείτε
510των Αχαιών, και σίδερον η σάρκα τους δεν είναι
ή λίθος, ώστε του χαλκού το δάγκαμα να διώχνει
ούτ᾽ ο Αχιλλέας μάχεται, ο υιός της καλλικόμου
Θέτιδος, αλλά τον θυμόν τρέφει σιμά στα πλοία».
Αυτά ᾽πε ο φοβερός θεός ψηλάθε από την πόλιν·
515αλλ᾽ η διογέννητη θεά τους Αχαιούς κινούσε
και ανάμεσόν τους πήγαινε το θάρρος τους ν᾽ αυξήσει.
Η μοίρα τότ᾽ εσπέδισε τον Διώρη Αμαρυγκείδην·
πέτρα τον πήρε δοντερή στην δεξιάν του κνήμην
εις τ᾽ αστραγάλι· ο Πείροος την έριξ᾽ ο Ιμβρασίδης·
520των Θρακών ήταν αρχηγός και από τον Αίνον ήλθε·
τα νεύρα και τα κόκαλα του σύντριψεν ο μέγας
λίθος και κάτω έπεσε τ᾽ ανάσκελα στην σκόνη·
και ως ξεψυχούσεν άπλωσε στους ποθητούς συντρόφους
τα δυο του χέρια· έτρεξεν ο Πείροος, που τον είχε
525κτυπήσει και στον ομφαλόν τον λόγχισε και χάμου
τα έντερά του χύθηκαν, κι έχασ᾽ ευθύς το φως του.
Και ως έφευγε τον κτύπησεν εις τον μαστόν επάνω
ο Αιτωλός Θόας και ο χαλκός μες στο πνευμόνι εμπήχθη·
τον σίμωσε και το βαρύ κοντάρι από το στήθος
530απέσπασ᾽, έσυρ᾽ εν ταυτώ τ᾽ ακονητό του ξίφος,
μες στην κοιλιά τον κτύπησε και την ψυχήν του επήρε.
Δεν τον εγύμνωσε, ότι αυτόν οι σύντροφοί του Θράκες
οι ακρόκομοι τον φύλαγαν με τα μακριά κοντάρια,
και, αν κι ήταν μέγας και λαμπρός και ανδρειωμένος, όμως
535τον έσπρωξαν· τινάχθηκεν αυτός κι εσύρθη οπίσω·
έτσι στο χώμα εκείτονταν πλάγι με πλάγ᾽ οι δύο
των χαλκοφράκτων Επειών και των Θρακών αντάμα
οι αρχηγοί· κι άνδρες πολλοί τριγύρω εφονευόνταν.
Τότε πολύ θα εθαύμαζεν εκείνον τον αγώνα
540άνθρωπος, αν ακτύπητος και αλάβωτος περνούσε
ανάμεσόν τους κι η Αθηνά τον έπαιρνε απ᾽ το χέρι
και τον οδήγα κι έδιωχνε τα βέλη από σιμά του·
ότ᾽ είδε Τρώας και Αχαιούς πολλούς η μέρα εκείνη
πλάγι με πλάγι επίστομα στο χώμα εξαπλωμένους.