Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (3.146-3.224)


Οἱ δ᾽ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην
Λάμπον τε Κλυτίον θ᾽ Ἱκετάονά τ᾽, ὄζον Ἄρηος,
Οὐκαλέγων τε καὶ Ἀντήνωρ, πεπνυμένω ἄμφω,
ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι,
150 γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλ᾽ ἀγορηταὶ
ἐσθλοί, τεττίγεσσιν ἐοικότες, οἵ τε καθ᾽ ὕλην
δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι·
τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντ᾽ ἐπὶ πύργῳ.
οἱ δ᾽ ὡς οὖν εἴδονθ᾽ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν,
155 ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ᾽ ἀγόρευον·
«οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς
τοιῇδ᾽ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·
αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν·
ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσ᾽ ἐν νηυσὶ νεέσθω,
160 μηδ᾽ ἡμῖν τεκέεσσί τ᾽ ὀπίσσω πῆμα λίποιτο.»
Ὣς ἄρ᾽ ἔφαν, Πρίαμος δ᾽ Ἑλένην ἐκαλέσσατο φωνῇ·
«δεῦρο πάροιθ᾽ ἐλθοῦσα, φίλον τέκος, ἵζευ ἐμεῖο,
ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε—
οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν,
165 οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν—
ὥς μοι καὶ τόνδ᾽ ἄνδρα πελώριον ἐξονομήνῃς,
ὅς τις ὅδ᾽ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε.
ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι,
καλὸν δ᾽ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν,
170 οὐδ᾽ οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε.»
Τὸν δ᾽ Ἑλένη μύθοισιν ἀμείβετο, δῖα γυναικῶν·
«αἰδοῖός τέ μοί ἐσσι, φίλε ἑκυρέ, δεινός τε·
ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο
υἱέϊ σῷ ἑπόμην, θάλαμον γνωτούς τε λιποῦσα
175 παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν.
ἀλλὰ τά γ᾽ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα.
τοῦτο δέ τοι ἐρέω, ὅ μ᾽ ἀνείρεαι ἠδὲ μεταλλᾷς·
οὗτός γ᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,
ἀμφότερον βασιλεύς τ᾽ ἀγαθὸς κρατερός τ᾽ αἰχμητής·
180 δαὴρ αὖτ᾽ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτ᾽ ἔην γε.»
Ὣς φάτο, τὸν δ᾽ ὁ γέρων ἠγάσσατο φώνησέν τε·
«ὦ μάκαρ Ἀτρεΐδη, μοιρηγενές, ὀλβιόδαιμον,
ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν.
ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν,
185 ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους,
λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο,
οἵ ῥα τότ᾽ ἐστρατόωντο παρ᾽ ὄχθας Σαγγαρίοιο·
καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην
ἤματι τῷ ὅτε τ᾽ ἦλθον Ἀμαζόνες ἀντιάνειραι·
190 ἀλλ᾽ οὐδ᾽ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί.»
Δεύτερον αὖτ᾽ Ὀδυσῆα ἰδὼν ἐρέειν᾽ ὁ γεραιός·
«εἴπ᾽ ἄγε μοι καὶ τόνδε, φίλον τέκος, ὅς τις ὅδ᾽ ἐστί·
μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο,
εὐρύτερος δ᾽ ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι.
195 τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ,
αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν·
ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ,
ὅς τ᾽ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.»
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειθ᾽ Ἑλένη Διὸς ἐκγεγαυῖα·
200 «οὗτος δ᾽ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς,
ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης
εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά.»
Τὴν δ᾽ αὖτ᾽ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα·
«ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες·
205 ἤδη γὰρ καὶ δεῦρό ποτ᾽ ἤλυθε δῖος Ὀδυσσεὺς
σεῦ ἕνεκ᾽ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ·
τοὺς δ᾽ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα,
ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά.
ἀλλ᾽ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν
210 στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους,
ἄμφω δ᾽ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς·
ἀλλ᾽ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον,
ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε,
παῦρα μέν, ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος
215 οὐδ᾽ ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν.
ἀλλ᾽ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεύς,
στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας,
σκῆπτρον δ᾽ οὔτ᾽ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα,
ἀλλ᾽ ἀστεμφὲς ἔχεσκεν, ἀΐδρεϊ φωτὶ ἐοικώς·
220 φαίης κε ζάκοτόν τέ τιν᾽ ἔμμεναι ἄφρονά τ᾽ αὔτως.
ἀλλ᾽ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη
καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν,
οὐκ ἂν ἔπειτ᾽ Ὀδυσῆΐ γ᾽ ἐρίσσειε βροτὸς ἄλλος·
οὐ τότε γ᾽ ὧδ᾽ Ὀδυσῆος ἀγασσάμεθ᾽ εἶδος ἰδόντες.»


Και ο Πρίαμος, ο Πάνθοος, ο Λάμπος, ο Θυμοίτης,
ο Ικετάων, βλάστημα του Άρη, και ο Κλυτίος,
και δύο φρονιμότατοι Αντήνωρ και Ουκαλέγων,
όλοι των Τρώων αρχηγοί και σύμβουλοι εκαθόνταν
150στον πύργον των Σκαιών Πυλών, που γέροντες ως ήσαν
είχαν αφήσει τ᾽ άρματα, αλλ᾽ ήσαν δημηγόροι
εξαίρετοι και ομοίαζαν τους τσίτσικες που χύνουν
από το πυκνό φύλλωμα την ιλαρή λαλιά τους.
Κι άμ᾽ είδαν, ως εσίμωνε στον πύργον την Ελένην,
155συνομιλούσαν σιγανά με λόγια πτερωμένα:
«Κρίμα δεν έχουν οι Αχαιοί, δεν έχουν κρίμα οι Τρώες
χάριν ομοίας γυναικός τόσον καιρόν να πάσχουν·
τωόντι ομοιάζει ωσάν θεάς η τρομερή θωριά της·
αλλά και ως είναι ασύγκριτη καλύτερα να φύγει
160παρά να μείνει συμφορά σ᾽ εμάς και στα παιδιά μας».
Και ο Πρίαμος εκάλεσε σιμά του την Ελένην:
«Προχώρησε, παιδί μου, εδώ κοντά μου να καθίσεις
τον πρώτον άνδρα σου να ιδείς, τους συγγενείς και φίλους·
συ δεν μου πταίεις, οι θεοί μου πταίουν, οπού εκείνοι
165μ᾽ έριξαν στον πολύθρηνον των Αχαιών αγώνα·
κι εκείνον τον θεόρατον να μου ονομάσεις άνδρα
που ανάμεσα των Αχαιών τόσο λαμπρά φαντάζει.
Αλήθεια, στο ανάστημα τον υπερβαίνουν κι άλλοι,
αλλ᾽ άνδρα ως αυτόν καλόν και σεβαστόν δεν είδα
170εις την ζωήν μου· φαίνεται τωόντι βασιλέας».
Και προς αυτόν απάντησεν η Ελένη γυνή θεία:
«Σέβας και φόβον, ω γλυκέ, σου έχω, πενθερέ μου·
κάλλιο να είχα σκοτωθεί, παρά να φύγ᾽, οϊμένα,
με τον υιόν σου, αφήνοντας τον θάλαμον, τους φίλους,
175τες τρυφερές μου ομήλικες, την μόνην θυγατέρα·
αλλ᾽ έζησα· να φθείρεται στα κλάιματα η ζωή μου.
Αλλά σ᾽ αυτό που μ᾽ ερωτάς εγώ θα σου απαντήσω.
Εκείνος είναι ο κραταιός Ατρείδης Αγαμέμνων,
συνάμα βασιλιάς καλός και ανδρείος πολεμάρχος
180και ανδράδελφον, έναν καιρόν, εγώ τον είχα η σκύλα»!
Και ο γέρος το εθαύμασε και είπε: «Ευτυχισμένε
Ατρείδη, θεαγάπητε, καλόμοιρε, τωόντι
σου πρέπει τόσων Αχαιών εσύ να βασιλεύεις·
και στης Φρυγίας μια φορά τ᾽ αμπελοφόρα μέρη
185επήγα κι είδα πληθυσμόν Φρυγών των ιππομάχων,
που τότ᾽ εστρατοπέδευαν στες όχθες του Σαγγάρου,
του θείου Μύγδονος λαοί συνάμα και του Οτρέως,
ότι βοηθός τους έφθασα κι εγώ να πολεμήσω,
όταν αυτοί τες ίσανδρες κτυπούσαν Αμαζόνες·
190αλλ᾽ ήσαν ολιγότεροι των Αχαιών εκείνοι».
Είδε κατόπι ο Πρίαμος τον Οδυσσέα κι είπε:
«Παιδί μου, τώρα λέγε μου ποιος είναι πάλι εκείνος·
του Ατρείδη Αγαμέμνονος στ᾽ ανάστημα δεν φθάνει,
αλλ᾽ έχει αυτός πλατύτερα τα στήθη και τους ώμους.
195Άφησε κάτω τ᾽ άρματα στην γην τη πολυθρέπτραν,
και μόνος περιφέρεται στες τάξεις των ανδρείων·
τον παρομοιάζω με τρανό δασύμαλλο κριάρι,
οπού διαβαίνει απέραντην κοπήν λευκών προβάτων».
Η Ελένη κόρη του Διός σ᾽ εκείνον απαντούσε:
200«Αυτός είναι ο πολύβουλος Λαερτιάδης Οδυσσέας
οπού ανετράφη στο νησί της πετρωτής Ιθάκης
και πολλούς δόλους και άπειρα σοφίσματα γνωρίζει».
Και προς αυτήν απάντησεν ο συνετός Αντήνωρ:
«Λόγον τωόντι αληθινόν, ω δέσποινα, μας είπες·
205γιατ᾽ ήλθ᾽ εκείνος άλλοτε για σέν᾽ αποσταλμένος
εδώ με τον Μενέλαον και φιλικά στο σπίτι
τους δέχθηκα κι εγνώρισα την πλάση και των δύο
και την μεγάλην σύνεσιν· αλλ᾽ όταν εσταθήκαν
των Τρώων εις την σύνοδον ο Ατρείδης τον περνούσε
210με τους μεγάλους ώμους του και ότ᾽ ήσαν καθισμένοι
εφάνη σεβαστότερος ο θείος Οδυσσέας·
αλλ᾽ όταν λόγους συνετούς να ειπούν στα πλήθη αρχίσαν,
γοργότατα ο Μενέλαος και σύντομα ομιλούσε,
αλλά κοφτά, γλυκά πολύ, χωρίς στιγμήν να φύγει
215απ᾽ τον σκοπόν, νεότερος αν κι ήταν του Οδυσσέα·
αλλ᾽ όταν ο πολύβουλος σηκώθηκε Οδυσσέας,
στέκονταν με τα μάτια του στη γη προσηλωμένα,
και μήτ᾽ εμπρός το σκήπτρο του κινούσε μήτ᾽ οπίσω
και το βαστούσε ασάλευτο σαν πράξει να μην είχε,
220θα ᾽λεγες που ᾽ναι ένας μωρός κι από χολήν γεμάτος.
Αλλ᾽ άμ᾽ από τα στήθη του βγήκε η φωνή η μεγάλη
και ωσάν πυκνές χιονόψιχες οι λόγοι του πετιόνταν,
θνητός δεν ήταν άξιος να μετρηθεί μ᾽ εκείνον·
και τότε δεν μας ξίπασεν η όψις του ωσάν πρώτα».