Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (1.488-1.543)


Αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι
διογενὴς Πηλῆος υἱός, πόδας ὠκὺς Ἀχιλλεύς·
490 οὔτε ποτ᾽ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν
οὔτε ποτ᾽ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ
αὖθι μένων, ποθέεσκε δ᾽ ἀϋτήν τε πτόλεμόν τε.
Ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐκ τοῖο δυωδεκάτη γένετ᾽ ἠώς,
καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες
495 πάντες ἅμα, Ζεὺς δ᾽ ἦρχε· Θέτις δ᾽ οὐ λήθετ᾽ ἐφετμέων
παιδὸς ἑοῦ, ἀλλ᾽ ἥ γ᾽ ἀνεδύσετο κῦμα θαλάσσης,
ἠερίη δ᾽ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.
εὗρεν δ᾽ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων
ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·
500 καί ῥα πάροιθ᾽ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων
σκαιῇ, δεξιτερῇ δ᾽ ἄρ᾽ ὑπ᾽ ἀνθερεῶνος ἑλοῦσα
λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα·
«Ζεῦ πάτερ, εἴ ποτε δή σε μετ᾽ ἀθανάτοισιν ὄνησα
ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·
505 τίμησόν μοι υἱόν, ὃς ὠκυμορώτατος ἄλλων
ἔπλετ᾽· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας, αὐτὸς ἀπούρας.
ἀλλὰ σύ πέρ μιν τεῖσον, Ὀλύμπιε μητίετα Ζεῦ·
τόφρα δ᾽ ἐπὶ Τρώεσσι τίθει κράτος, ὄφρ᾽ ἂν Ἀχαιοὶ
510 υἱὸν ἐμὸν τείσωσιν ὀφέλλωσίν τέ τιμῇ.»
Ὣς φάτο· τὴν δ᾽ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς,
ἀλλ᾽ ἀκέων δὴν ἧστο· Θέτις δ᾽ ὡς ἥψατο γούνων,
ὣς ἔχετ᾽ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις·
«νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον,
515 ἢ ἀπόειπ᾽, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρ᾽ ἐῢ εἰδέω
ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.»
Τὴν δὲ μέγ᾽ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
«ἦ δὴ λοίγια ἔργ᾽ ὅ τέ μ᾽ ἐχθοδοπῆσαι ἐφήσεις
Ἥρῃ, ὅτ᾽ ἄν μ᾽ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν·
520 ἡ δὲ καὶ αὔτως μ᾽ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι
νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.
ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε, μή τι νοήσῃ
Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται, ὄφρα τελέσσω·
εἰ δ᾽ ἄγε τοι κεφαλῇ κατανεύσομαι, ὄφρα πεποίθῃς·
525 τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ᾽ ἀθανάτοισι μέγιστον
τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ᾽ ἀπατηλὸν
οὐδ᾽ ἀτελεύτητον, ὅ τί κεν κεφαλῇ κατανεύσω.»
Ἦ καὶ κυανέῃσιν ἐπ᾽ ὀφρύσι νεῦσε Κρονίων·
ἀμβρόσιαι δ᾽ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
530 κρατὸς ἀπ᾽ ἀθανάτοιο· μέγαν δ᾽ ἐλέλιξεν Ὄλυμπον.
Τώ γ᾽ ὣς βουλεύσαντε διέτμαγεν· ἡ μὲν ἔπειτα
εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ᾽ αἰγλήεντος Ὀλύμπου,
Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δ᾽ ἅμα πάντες ἀνέσταν
ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη
535 μεῖναι ἐπερχόμενον, ἀλλ᾽ ἀντίοι ἔσταν ἅπαντες.
ὣς ὁ μὲν ἔνθα καθέζετ᾽ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη
ἠγνοίησεν ἰδοῦσ᾽ ὅτι οἱ συμφράσσατο βουλὰς
ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·
αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα·
540 «τίς δὴ αὖ τοι, δολομῆτα, θεῶν συμφράσσατο βουλάς;
αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπονόσφιν ἐόντα
κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι
πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.»


Ωστόσο εκείνος θύμωνε σιμά στα γοργά πλοία
ο φτεροπόδης διογενής Πηλείδης Αχιλλέας
490δεν πήγαινε στην σύνοδον, όπου δοξάζοντ᾽ άνδρες,
ούτε στον πόλεμον, και αυτού βαρύλυπ᾽ η καρδιά του
ελαχταρούσε την βοήν, την φλόγα του πολέμου.
Έφεξε η δωδεκάτη αυγή, και οι θεοί γυρίζουν
στον Όλυμπον κι εβάδιζεν εμπρός τους ο Κρονίδης
495και η Θέτις το παράγγελμα δεν ξέχανε του υιού της
και της θαλάσσης έσχισε τα κύματα κι εβγήκε
και ανέβη τα χαράματα στ᾽ Ολύμπου τον αιθέρα.
Εύρηκε τον βροντόφωνον Κρονίδην καθισμένον
μόνον στην άκραν κορυφήν του πολυλόφου Ολύμπου,
500εμπρός του εκάθισε η θεά και με τ᾽ αριστερό της
του έπιασε τα γόνατα, με τ᾽ άλλο το πηγούνι,
κι έλεγεν ικετεύοντας στον ύψιστον Κρονίδην:
«Δία πατέρ᾽, αν κάποτε με λόγον ή με έργον
σ᾽ έχω ωφελήσει, ευδόκησε σ᾽ αυτό να με εισακούσεις·
505τον ολιγοημερότατον υιόν, αχ! τίμησέ μου·
ιδέ πώς τον ατίμασεν ο μέγας Αγαμέμνων,
οπού του άρπαξεν αυτός το δώρο του και το ᾽χει
Δικαίωσέ τον καν εσύ, πάνσοφε Ολύμπιε Δία,
στους Τρώας νίκες δώρισε ωσότου το παιδί μου
510να δικαιώσουν οι Αχαιοί, να τον υπερδοξάσουν».
Και απάντησιν δεν έδωκεν ο νεφελοσυνάκτης
κι ώραν πολλήν εσώπαινε· και η Θέτις του κρατούσε
ως απ᾽ αρχής τα γόνατα και πάλιν τον ερώτα:
«Άσφαλτην δώσ᾽ μου υπόσχεσιν μ᾽ εκείνο σου το νεύμα
515ή αρνήσου· τι θα φοβηθείς; Θέλω να μάθω μόνον,
αν είμαι το εξουθένωμα των αθανάτων όλων».
Με βάρος της απάντησεν ο νεφελοσυνάκτης:
«Ω! τι κακό! να οργισθώ της Ήρας θα με βάλεις,
όταν με λόγια υβριστικά πικρά θα με κεντήσει·
520και χωρίς λόγον πάντοτε μου κλαίεται και λέγει
εμπρός εις όλους τους θεούς πως βοηθώ τους Τρώας,
αλλά συ φύγε τώρα ευθύς μη σε νοήσ᾽ η Ήρα
και άφες σ᾽ εμέ την μέριμναν σ᾽ αυτό να δώσω τέλος·
και ιδού, για να βεβαιωθείς την κεφαλήν θα σκύψω·
525σημάδι τούτο αλάθευτο στους αθανάτους έχω·
τι ό,τι με της κεφαλής το σκύψιμο κηρύξω
δεν απατά, δεν παίρνεται οπίσω και θα γίνει».
Είπε, τα μαύρα φρύδια του χαμήλωσε ο Κρονίδης,
έκλινε από τ᾽ αθάνατο κεφάλι του κυρίου
530η θεία κόμη και ο τρανός ο Όλυμπος εσείσθη.
Αυτά ᾽παν κι εχωρίσθηκαν· απ᾽ τον ακτινοβόλον
Όλυμπον κείνη επήδησε στης θάλασσας τα βάθη,
και ο Δίας προς το δώμα του· κι εμπρός εις τον πατέρα
όλ᾽ οι θεοί σηκώθηκαν· ουδέ να προχωρήσει
535κανείς επρόσμενε αλλ᾽ ορθοί τον προϋπαντήσαν όλοι·
κι εκάθισε στον θρόνον του· και ότι πρώτα η Θέτις
η κόρ᾽ η αργυρόποδη του γέρου της θαλάσσης,
είχε μ᾽ αυτόν συνακουσθεί, δεν ξέφυγε της Ήρας,
και άρχισε πειραχτικά να λέγει προς τον Δία:
540«Ποια θεά πάλι, ω δολερέ, με σένα εσυνακούσθη;
Σ᾽ αρέσει πάντοτε μακράν από εμέ να κρίνεις,
ν᾽ αποφασίζεις μυστικά· δεν σου ᾽δωσε η καρδιά σου
τίποτε απ᾽ όσα σκέπτεσαι σ᾽ εμέ να φανερώσεις».