Εξώφυλλο

Ανθολογίες

Ανθολογία Αρχαίας Ελληνικής Γραμματείας

των Θ.Κ. Στεφανόπουλου, Στ. Τσιτσιρίδη, Λ. Αντζουλή, Γ. Κριτσέλη

ΑΙΣΧΥΛΟΣ

61. – Ἑπτὰ ἐπὶ Θήβας 375-456, 568-676

Το 467 π.Χ. ο Αισχύλος κατέλαβε την πρώτη θέση στους δραματικούς αγώνες με την θεματικώς συνεχόμενη τετραλογία Λάιος,Οἰδίπους, Ἑπτὰ ἐπὶ Θήβας, Σφὶγξ (σατυρικό δράμα). Από τα τέσσερα έργα σώζονται μόνο οι Επτά, που έχουν ως θέμα τη σύγκρουση ανάμεσα στους δυο γιους του Οιδίποδα, που καταλήγει στην αλληλοκτονία. Το έργο ξεκινά με το δεδομένο ότι ο Ετεοκλής είναι βασιλιάς στη Θήβα και ότι ο Πολυνείκης, ως ένας από τους επτά αρχηγούς του στρατού των Αργείων, βρίσκεται προ των πυλών, έτοιμος για την τελική επίθεση. Πουθενά δεν αποσαφηνίζεται ποιος από τους δύο έχει την αρχική ευθύνη για τη διαμάχη. Ο Ετεοκλής, που στο βάθος ελαύνεται και αυτός από τη δίψα για την εξουσία, εμφανίζεται, σε πρώτο επίπεδο, ως ο υπερασπιστής της απειλούμενης πόλης, που έχει να τιθασεύσει τις ανεξέλεγκτες αντιδράσεις των γυναικών της Θήβας (που απαρτίζουν το χορό) και να οργανώσει την άμυνα. Ο Πολυνείκης, ο οποίος δεν εμφανίζεται επί σκηνής, παρουσιάζεται με τα μελανότερα χρώματα. Το ίδιο ισχύεικαι για τους υπόλοιπους επιδρομείς.

Το απόσπασμα που ακολουθεί προέρχεται από το εκτενέστατο δεύτερο επεισόδιο (περίπου το 1/3 του έργου), το οποίο, κατά το μέγιστο μέρος, καταλαμβάνεται από τα περίφημα επτά ζεύγη λόγων -εδώ ανθολογούνται τα δύο πρώτα και τα δύο τελευταία: ένας ἄγγελος κατάσκοπος, που παρακολούθησε την κλήρωση των Επτά σχετικά με την πύλη στην οποία θα επιτεθεί καθένας, έχοντας ως στημονικό στοιχείο την περιγραφή των εύγλωττων εμβλημάτων των ασπίδων, ενημερώνει τον Ετεοκλή για τους επιτιθέμενους και εκείνος επιλέγει για κάθε πύλη τον κατάλληλο υπερασπιστή. Έτσι, στο τέλος θα βρεθεί ο ίδιος -ποιος άλλος θa ταν καταλληλότερος; -στην έβδομη πύλη, απέναντι στον αδελφό του Πολυνείκη, που θα τον σκοτώσει και θα σκοτωθεί απ᾽ αυτόν.

ΑΓΓΕΛΟΣ ΚΑΤΑΣΚΟΠΟΣ

375 λέγοιμ᾽ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων,
ὥς τ᾽ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.

Τυδεὺς μὲν ἤδη πρὸς πύλησι Προιτίσιν
βρέμει· πόρον δ᾽ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν
ὁ μάντις· οὐ γὰρ σφάγια γίγνεται καλά.
380 Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος
μεσημβριναῖς κλαγγῆσιν ὡς δράκων βοᾷ·
θείνει δ᾽ ὀνείδει μάντιν Οἰκλείδην σοφόν,
σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ.
τοιαῦτ᾽ ἀϋτῶν τρεῖς κατασκίους λόφους
385 σείει, κράνους χαίτωμ᾽, ὑπ᾽ ἀσπίδος δὲ τῷ
χαλκήλατοι κλάζουσι κώδωνες φόβον·
ἔχει δ᾽ ὑπέρφρον σῆμ᾽ ἐπ᾽ ἀσπίδος τόδε,
φλέγονθ᾽ ὑπ᾽ ἄστροις οὐρανὸν τετυγμένον·
λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει,
390 πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει.
τοιαῦτ᾽ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς
βοᾷ παρ᾽ ὄχθαις ποταμίαις, μάχης ἐρῶν,
ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει,
ὅστις βοὴν σάλπιγγος ὁρμαίνει μένων.
395 τίν᾽ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν
κλῄθρων λυθέντων προστατεῖν φερέγγυος;

ΕΤΕΟΚΛΗΣ

κόσμον μὲν ἀνδρὸς οὔτιν᾽ ἂν τρέσαιμ᾽ ἐγώ,
οὐδ᾽ ἑλκοποιὰ γίγνεται τὰ σήματα·
λόφοι δὲ κώδων τ᾽ οὐ δάκνουσ᾽ ἄνευ δορός,
400 καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ᾽ ἀσπίδος
ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν,
τάχ᾽ ἂν γένοιτο μάντις ἁνοία τινί.
εἰ γὰρ θανόντι νὺξ ἐπ᾽ ὄμμασιν πέσοι,
τῷ τοι φέροντι σῆμ᾽ ὑπέρκομπον τόδε
405 γένοιτ᾽ ἂν ὀρθῶς ἐνδίκως τ᾽ ἐπώνυμον,
καὐτὸς κατ᾽ αὐτοῦ τήνδ᾽ ὕβριν μαντεύσεται.
ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον
τῶνδ᾽ ἀντιτάξω προστάτην πυλωμάτων,
μάλ᾽ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον
410 τιμῶντα καὶ στυγοῦνθ᾽ ὑπέρφρονας λόγους.
αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δ᾽ εἶναι φιλεῖ.
σπαρτῶν δ᾽ ἀπ᾽ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο,
ῥίζωμ᾽ ἀνεῖται, κάρτα δ᾽ ἔστ᾽ ἐγχώριος,
Μελάνιππος· ἔργον δ᾽ ἐν κύβοις Ἄρης κρινεῖ·
415 Δίκη δ᾽ ὁμαίμων κάρτά νιν προστέλλεται
εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.

ΧΟΡΟΣ

τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖν
θεοὶ δοῖεν, ὡς δικαίως πόλεως
πρόμαχος ὄρνυται· τρέμω δ᾽ αἱματη-
420 φόρους μόρους ὑπὲρ φίλων
ὀλομένων ἰδέσθαι.

ΑΓΓΕΛΟΣ ΚΑΤΑΣΚΟΠΟΣ

τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί.
Καπανεὺς δ᾽ ἐπ᾽ Ἠλέκτρασιν εἴληχεν πύλαις
γίγας ὅδ᾽ ἄλλος, τοῦ πάρος λελεγμένου
425 μείζων, ὁ κόμπος δ᾽ οὐ κατ᾽ ἄνθρωπον φρονεῖ·
{πύργοις δ᾽ ἀπειλεῖ δείν᾽, ἃ μὴ κραίνοι τύχη·}
θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν
καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διός
ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν·
430 τὰς δ᾽ ἀστραπάς τε καὶ κεραυνίους βολάς
μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν.
ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον,
φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη·
χρυσοῖς δὲ φωνεῖ γράμμασιν «πρήσω πόλιν».
435 τοιῷδε φωτὶ, πέμπε, τίς ξυστήσεται,
τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ;

ΕΤΕΟΚΛΗΣ

καὶ τῷδε κόμπῳ κέρδος ἄλλο τίκτεται.
τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων
γλῶσσ᾽ ἀληθὴς γίγνεται κατήγορος.
440 Καπανεὺς δ᾽ ἀπειλεῖ δρᾶν παρεσκευασμένος·
θεοὺς ἀτίζων κἀπογυμνάζων στόμα
χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν
πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντ᾽ ἔπη·
πέποιθα δ᾽ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον
445 ἥξειν κεραυνόν, οὐδὲν ἐξεικασμένον.
μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου.
ἀνὴρ δ᾽ ἐπ᾽ αὐτῷ, κεἰ στόμαργός ἐστ᾽ ἄγαν,
αἴθων τέτακται λῆμα, Πολυφόντου βία,
φερέγγυον φρούρημα, προστατηρίας
450 Ἀρτέμιδος εὐνοίασι σὺν τ᾽ ἄλλοις θεοῖς.
λέγ᾽ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.

ΧΟΡΟΣ

ὄλοιθ᾽ ὃς πόλει μεγάλ᾽ ἐπεύχεται,
κεραυνοῦ δέ νιν βέλος ἐπισχέθοι
πρὶν ἐμὸν εἰσθορεῖν δόμον πωλικῶν θ᾽
455 ἑδωλίων ὑπερκόπῳ
δορί ποτ᾽ ἐκλαπάξαι.

…………………………………………………………

ΑΓΓΕΛΟΣ ΚΑΤΑΣΚΟΠΟΣ

ἕκτον λέγοιμ᾽ ἂν ἄνδρα σωφρονέστατον,
ἀλκὴν ἄριστον μάντιν, Ἀμφιάρεω βίαν·
570 Ὁμολωΐσιν δὲ πρὸς πύλαις τεταγμένος
κακοῖσι βάζει πολλὰ Τυδέως βίαν,
τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα,
μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον,
Ἐρινύος κλητῆρα, πρόσπολον Φόνου,
575 κακῶν δ᾽ Ἀδράστῳ τῶνδε βουλευτήριον·
καὶ τὸν σὸν αὖθις † πρὸς μόραν ἀδελφεόν†,
ἐξυπτιάζων ὄνομα, Πολυνείκους βίαν
δισσῇ τελευτῇ τοὔνομ᾽ ἐνδατούμενος
καλεῖ· λέγει δὲ τοῦτ᾽ ἔπος διὰ στόμα·
580 «ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλὲς
καλόν τ᾽ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις,
πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς
πορθεῖν, στράτευμ᾽ ἐπακτὸν ἐμβεβληκότα;
μητρός τε πηγὴν τίς κατασβέσει δίκη,
585 πατρίς τε γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ
ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται;
ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα,
μάντις κεκευθὼς πολεμίας ὑπὸ χθονός·
μαχώμεθ᾽· οὐκ ἄτιμον ἐλπίζω μόρον.»
590 τοιαῦθ᾽ ὁ μάντις ἀσπίδ᾽ εὔκηλος νέμων
πάγχαλκον ηὔδα. σῆμα δ᾽ οὐκ ἐπῆν κύκλῳ·
οὐ γὰρ δοκεῖν ἄριστος ἀλλ᾽ εἶναι θέλει,
βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,
ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα.
595 τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας
πέμπειν ἐπαινῶ· δεινός, ὃς θεοὺς σέβει.

ΕΤΕΟΚΛΗΣ

φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς
δίκαιον ἄνδρα τοῖσι δυσσεβεστέροις.
ἐν παντὶ πράγει δ᾽ ἔσθ᾽ ὁμιλίας κακῆς
600 κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος·
{ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται.}
ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρ
ναύτησι θερμοῖς καὶ πανουργίᾳ τινὶ
ὄλωλεν ἀνδρῶν ξὺν θεοπτύστῳ γένει,
605 ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν
ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν
ταὐτοῦ κυρήσας ἐκδίκως ἀγρεύματος
πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ δάμη.
οὕτω δ᾽ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω,
610 σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ,
μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς
θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν
τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν
Διὸς θέλοντος ξυγκαθελκυσθήσεται.
615 δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις,
οὐχ ὡς ἄθυμον οὐδὲ λήματος κάκῃ,
ἀλλ᾽ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ,
εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου·
φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια.
620 ὅμως δ᾽ ἐπ᾽ αὐτῷ φῶτα, Λασθένους βίαν,
ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν·
γέροντα τὸν νοῦν, σάρκα δ᾽ ἡβῶσαν φύει·
ποδῶκες ὄμμα, χεῖρα δ᾽ οὐ βραδύνεται
παρ᾽ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δορί·
625 θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς.

ΧΟΡΟΣ

κλύοντες θεοὶ δικαίους λιτὰς
ἁμετέρας τελεῖθ᾽, ὡς πόλις εὐτυχῇ,
δορίπονα κάκ᾽ ἐκτρέποντες ‹εἰς› γᾶς
ἐπιμόλους· πύργων δ᾽ ἔκτοθεν βαλὼν
630 Ζεύς σφε κάνοι κεραυνῷ.

ΑΓΓΕΛΟΣ ΚΑΤΑΣΚΟΠΟΣ

τὸν ἕβδομον δὴ τόνδ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις
λέξω, τὸν αὐτοῦ σον κασίγνητον, πόλει
οἵας ἀρᾶται καὶ κατεύχεται τύχας
{πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί}
635 ἁλώσιμον παιῶν᾽ ἐπεξιακχάσας·
σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας
ἢ ζῶντ᾽ ἀτιμαστῆρα τὼς ἀνδρηλάτην
φυγῇ τὸν αὐτὸν τόνδε τείσασθαι τρόπον.
τοιαῦτ᾽ ἀϋτεῖ, καὶ θεοὺς γενεθλίους
640 καλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶν
τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία.
ἔχει δὲ καινοπηγὲς εὔκυκλον σάκος,
διπλοῦν τε σῆμα προσμεμηχανημένον·
χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν
645 ἄγει γυνή τις σωφρόνως ἡγουμένη·
Δίκη δ᾽ ἄρ᾽ εἶναί φησιν, ὡς τὰ γράμματα
λέγει, «κατάξω δ᾽ ἄνδρα τόνδε, καὶ πόλιν
ἕξει πατρῴαν δωμάτων τ᾽ ἐπιστροφάς».
τοιαῦτ᾽ ἐκείνων ἐστὶ τἀξευρήματα·
650 σὺ δ᾽ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ·
ὡς οὔποτ᾽ ἀνδρὶ τῷδε κηρυκευμάτων
μέμψῃ· σὺ δ᾽ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν.

ΕΤΕΟΚΛΗΣ

ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος,
ὦ πανδάκρυτον ἁμὸν Οἰδίπου γένος·
655 ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι.
ἀλλ᾽ οὔτε κλαίειν οὔτ᾽ ὀδύρεσθαι πρέπει,
μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος.
ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκει λέγω,
τάχ᾽ εἰσόμεσθα τοὐπίσημ᾽ ὅποι τελεῖ,
660 εἴ νιν κατάξει χρυσότευκτα γράμματα
ἐπ᾽ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν.
εἰ δ᾽ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν
ἔργοις ἐκείνου καὶ φρεσίν, τάχ᾽ ἂν τόδ᾽ ἦν·
ἀλλ᾽ οὔτέ νιν φυγόντα μητρόθεν σκότον
665 οὔτ᾽ ἐν τροφῆσιν οὔτ᾽ ἐφηβήσαντά πω
οὔτ᾽ ἐν γενείου ξυλλογῇ τριχώματος
Δίκη προσεῖδε καὶ κατηξιώσατο·
οὐδ᾽ ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ
οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας·
670 ἦ δῆτ᾽ ἂν εἴη πανδίκως ψευδώνυμος
Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας.
τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι
αὐτός· τίς ἄλλος μᾶλλον ἐνδικώτερος;
ἄρχοντί τ᾽ ἄρχων καὶ κασιγνήτῳ κάσις,
675 ἐχθρὸς ξὺν ἐχθρῷ στήσομαι. φέρ᾽ ὡς τάχος
κνημῖδας, αἰχμῆς καὶ πτερῶν προβλήματα.

ΑΓΓΕΛΟΣ ΚΑΤΑΣΚΟΠΟΣ

Τα πάντα ξέρω για τους εχθρούς και θα στα πω·375

πώς κλήρωσε ο λαχνός για τον καθένα.

 

Ο Τυδεύς1 βρυχάται κιόλας στην πύλη εμπρός του Προίτου,2

όμως δεν τον αφήνει, ο μάντης να περάσει τις όχθες του Ισμηνού·3

Ευνοϊκά δεν είναι των θυσιών τα σφάγια.

Ο Τυδεύς φρενιάζει και για μάχη λυσσά,380

ωσάν το φίδι σφυρίζει στον ήλιο του μεσημεριού·

πετάει βρισιές στο μάντη το σοφό τον Αμφιάραο4

πως τρέμει τάχα μπρος στο θάνατο

και μπρος στης μάχης την ορμή δειλιάζει.

Κραυγάζει και σειούνται στη χαίτη του κράνους

τρία λοφία με φούντες πυκνές

και κάτω απ᾽ την ασπίδα385

κουδούνια χάλκινα βροντώντας

σκορπούν τον πανικό.

Απάνω στην ασπίδα έχει χαράξει σημεία περήφανα:

ο ουρανός να λιώνει από τις πυρκαγιές των αστεριών,

λαμπρή πανσέληνος στη μέση να φωτίζει,

η παλαιά του στερεώματος, τ᾽ άγρυπνο μάτι της νυκτός.390

Μες στην αγέρωχη σκευή του αλαζονεύεται

στου ποταμού την άκρην αλαλάζει,

σαν άλογο που δεν ακούει γκέμι

κι ορμάει σαν αφουγκράζεται της σάλπιγγας τον ήχο.

Σ᾽ αυτόν ποιον θα τάξεις αντίπαλο;395

όταν στην πύλη του Προίτου αμπάρες και δοκάρια σπάσουν

ποιος θα ᾽ναι εκεί φερέγγυος τα στήθη να προτάξει;

ΕΤΕΟΚΛΗΣ

Πώς θες να φοβηθώ στολίδια;

Θαρρείς πως μαχαιρώνουνε οι ζωγραφιές;

Λοφία και κουδούνια δε δαγκώνουν

δίχως αιχμή του δόρατος.

Κι αυτή που μολογάς η νύχτα στην ασπίδα400

που λαμπαδιάζει απ᾽ τ᾽ αστέρια τ᾽ ουρανού,

θα γίνει μάντισσα δεινή για κάποιον ελαφρόμυαλο.

Όταν πεθάνει και νύχτα σκοτίσει τα μάτια του

της έπαρσής του το σημάδι ορθά και δίκαια

συνώνυμο θα γίνει της θανής του,405

σα να προφήτευσε την τελεσίδικη της ύβρεως πορεία του.

Θ᾽ αντιτάξω στον Τυδέα παλικάρι συνετό

τον υγιό του Αστακού, των πυλών δεινό προστάτη·

το γένος του βαθύ·

τιμά το θρόνο της Αιδούς, σιχαίνεται την κομπορρημοσύνη.410

Τα έργα της ντροπής μισεί, δεν ξέρει τι θα πει δειλία.

Κρατάει από το γένος των Σπαρτών,5

απ᾽ όσους ελυπήθηκε ο Άρης κι επιζήσαν

αυτόχθονας, ρίζα της χώρας και βλαστός,

Μελάνιππος6 με τ᾽ όνομα.

Ο Άρης ρίχνει τις ζαριές κι αυτός θα δώσει λύση.

Τον στέλνει στο χρέος το δίκιο της συγγένειας415

και των εχθρών το δόρυ θ᾽ αποδιώξει

απ᾽ τη μητέρα Γη που τον εγέννησε.

ΧΟΡΟΣ

Είθε να δώσουν οι θεοί

ευτυχισμένη νίκη

στο δικό μας αγωνιστή.

Το δίκαιο της πόλεως

ορμά να διαφεντέψει.

Τρέμω για τους αγαπημένους μου,420

μήπως τους δω να χάνονται

στο αίμα βουτηγμένοι του θανάτου.

ΑΓΓΕΛΟΣ ΚΑΤΑΣΚΟΠΟΣ

Θεός να δώσει και να πετύχει.

Στην πύλη της Ηλέκτρας κληρώθηκεν ο Καπανεύς,7

άλλος γίγας αυτός απ᾽ τον πρώτο χειρότερος.

Η έπαρσή του περνά τα όρια τ᾽ ανθρώπινα.425

Απειλεί με φοβερά δεινά τα τείχη μας,

όμως η τύχη του μη σώσει κι αληθέψει.

Θέλει δε θέλει, λέει, ο θεός, την πόλη θα κουρσέψει

και δε θα τον στομώσει ούτε κι αν πέσει από ψηλά

οργή Διός. Τις αστραπές και του Διός τους κεραυνούς430

τους παρομοίωσε με κάψα του καλοκαιριού.

Έχει ως σύμβολο του άντρα γυμνό, πυρφόρο·

κρατεί στα χέρια του πυρσό λαμπαδιασμένο

και τα χρυσά τα γράμματα κομπάζουν:

«Θα πυρπολήσω αυτή την πόλη».

Απέναντι του στείλε -ποιον τάχα θα στείλεις αντίπαλο;435

Ποιος θα σταθεί χωρίς να φοβηθεί τον επηρμένο κομπασμό του;

ΕΤΕΟΚΛΗΣ

Ο κομπασμός γεννάει κέρδος για μας.

Η ματαιοδοξία των ανθρώπων

υπάρχει μες στη γλώσσα τους

και τους ορίζει.

Ο Καπανεύς απειλεί,440

προετοιμάζεται να μπει στη μάχη,

θεούς περιφρονεί,

ασκεί το στόμα του με καυχησιές

και χαριεντίζεται λεξίλαγνα.

Θνητός αυτός, τον ουρανό κοιτά

κι εξακοντίζει παφλασμούς

και καταιγίδες λέξεων στο Δία.

Πιστεύω βαθιά πως ο πυρφόρος του

θα τον τραβήξει δικαίως τον κεραυνό445

και δε θα μοιάζει βέβαια

στον ήλιο του μεσημεριού η πυρκαγιά του.

Σ᾽ αυτόν τον άντρα

με το στόμα τ᾽ απύλωτο

ανέτειλε κιόλας αντίπαλος

ο Πολυφόντης8 ο βίαιος,

φρουρός φερέγγυος,

ευνοημένος των θεών450

και της Αρτέμιδος προστατευόμενος.

Μίλα λοιπόν, στις άλλες πύλες

ποιοι κληρώθηκαν.

ΧΟΡΟΣ

Εκείνος που την πόλη καταριέται,

να χαθεί.

Οι φλογερές του κεραυνού ριπές

να παγώσουν,

πριν κατακάψουν το σπίτι μου

κι απ᾽ το παρθενικό κρεβάτι μου455

ατίθασο το δόρυ να μ᾽ αρπάξει.

..............................................................................

ΑΓΓΕΛΟΣ ΚΑΤΑΣΚΟΠΟΣ

Τώρα τον έκτο θ᾽ αναφέρω το φρόνιμο και το σοφό

το μάντην Αμφιάραο.

Κληρώθηκε στην πύλη Ομολωίδα570

και για πληθώρα συμφορών κακίζει τον Τυδέα.

Τον λέει φονιά και ταραχοποιό,

μεγάλο δάσκαλο των συμφορών στο Άργος

της Ερινύος κήρυκα, του φόνου τελετάρχη

και του Αδράστου9 κακό συμβουλάτορα.575

Γυρνώντας ύστερα στον αδερφό σου

κι αναποδογυρίζοντας του τ᾽ όνομα

τονίζοντας καμπανιστά τα δυο συνθετικά του

έτσι μιλά: «Πολυ-Νείκη, θεάρεστον έργο λες κι ωραίο,580

να το ιστορούν και να τ᾽ ακούν τ᾽ αγγόνια σου,

πως κούρσεψες την πόλη τη γενέθλια και τους ναούς των θεών,

φέρνοντας ξένο στράτευμα; Υπάρχει δικαιοσύνη

που θα σφουγγίσει σε μια μητέρα τις πηγές των δακρύων;

Όταν τη γη των πατέρων σου από το στόμα περάσεις μαχαίρας,585

πώς θα ζητήσεις πια να γίνει η γη ετούτη σύμμαχός σου;

Εγώ θα γίνω λίπασμα στο χώμα της,

αφού στη χώρα των εχθρών ως μάντης θα κοιμάμαι.

Ας πολεμήσουμε λοιπόν· ελπίζω να πεθάνω δοξασμένος».

Έτσι μιλούσε δίχως έπαρση

κρατώντας ολοχάλκινην ασπίδα.590

Απάνω της δεν έχει τίποτα χαράξει.

Δε θέλει μοναχά να φαίνεται γενναίος, αλλά και να ᾽ναι πραγματικά.

Να σπέρνει στο βαθύ τ᾽ αυλάκι του μυαλού

και να φυτρώνουν στοχασμοί πολύτιμοι.

Σε συμβουλεύω να του βάλεις ως αντίπαλο595

άνθρωπο γνωστικό και ψυχωμένο.

Όποιος φοβάται τους θεούς τίποτα πια στον κόσμο δε φοβάται.

ΕΤΕΟΚΛΗΣ

Ω μοίρα των ανθρώπων φτερωτή

πώς σμίγεις αδιάκριτα τους δίκαιους με τους ασεβείς

σ᾽ αυτό τον κόσμο.

Κακό μεγάλο με τους κακούς να συνυπάρχεις·

κακή συγκομιδή.600

Στης ανομίας τον αγρό φυτρώνει θάνατος.

Αν μπει σε πλοίο άνδρας τίμιος μαζί με τσούρμο δολοφόνων,

οι θεομπαίχτες θα τον πάρουν στο βυθό μαζί τους.

Αν πάλι δίκαιος άνθρωπος ανάμεσα βρεθεί605

σε κόσμον αφιλόξενο που ζει χωρίς θεό,

στο δίχτυ θα πιαστεί σα θήραμα

και θα χαθεί κακήν κακώς απ᾽ του θεού τη μάστιγα.

Έτσι κι ο γιος του Οικλέους

ο μάντης ο σοφός, ο δίκαιος, ο ευσεβής,610

ο φρόνιμος μέγας προφήτης,

χωρίς τη θέλησή του σμίγοντας

με την αποκοτιά παράνομων ανθρώπων,

που θέλουν να γυρίσουν πίσω

μα θα ᾽χουν τον αγύριστο,

με θέλημα θεού, μαζί μ᾽ αυτούς

θα βυθιστεί στο σκότος του θανάτου.

Δε θα προλάβει, θαρρώ, την πύλη να ζυγώσει·615

δειλός δεν είναι, ψυχή δεν τούλειψε ποτέ.

Όμως γνωρίζει καλά πως μες στη μάχη

την τελευταία του θ᾽ αφήσει την πνοή,

αν του Λοξία10 καρπίσουν οι μαντείες.

Τ᾽ αρέσει να σωπαίνει κι όταν μιλά

ζυγιάζει τον καιρό.

Αντίπαλο σ᾽ αυτόν θα τάξω,620

φρουρό της πύλης

τον εχθρομίσητο Λασθένη.11

Σ᾽ εφηβικό κορμί γεροντικό μυαλό φυτρώνει.

Το μάτι αστρίτης· το χέρι δεν αργεί να μπήξει το κοντάρι

εκεί που φάνηκε απ᾽ την ασπίδα ξέσκεπο, γυμνό το σώμα.

Όμως τις νίκες στους θνητούς μόνο οι θεοί δωρίζουν.625

ΧΟΡΟΣ

Εισακούστε, θεοί,

τις δίκαιες ικεσίες μας

και χαρίστε τη νίκη στην πόλη.

Ας πέσουν στα κεφάλια

των δεινών επιδρομέων

της άγριας μάχης οι πληγές.

Ας ρίξει ο Ζευς τον κεραυνό

έξω απ᾽ τα τείχη

κι ας αφανίσει το παν.630

ΑΓΓΕΛΟΣ ΚΑΤΑΣΚΟΠΟΣ

Τώρα τον έβδομο θα πω της έβδομης της πύλης,

τον αδελφό σου

που με κατάρες φοβερίζει

και στολίζει με τις ευχές του

την πόλη μας.

Θ᾽ ανέβει, λέει, στις επάλξεις

και θ᾽ ανακηρυχτεί της χώρας άρχοντας

παιάνα ψάλλοντας635

της άλωσης·

Και ή θα χτυπηθεί μαζί σου

και πλάι σου θα πέσει νεκρός,

αφού σε θανατώσει πρώτα

ή ζωντανό στην εξορία θα σε στείλει

για τιμωρία,

αφού και συ τον ντρόπιασες μ᾽ αυτό τον τρόπο.

Τέτοια διαλαλεί και τους γενέθλιους θεούς

της πατρικής του γης καλεί640

επόπτες να γενούν και παραστάτες

στις προσευχές του,

ο Πολυνείκης,

Ασπίδα κρατεί στρογγυλή και καινούρια

κι έχει φιλοτεχνήσει πάνω της

μια ζωγραφιά με δυο μορφές.

Ολόχρυσος πολεμιστής

οδηγεί μια γυναίκα645

που προπορεύεται σεμνά·

την ονομάζει Δικαιοσύνη

και το πιστοποιούν τα χαραγμένα γράμματα

που γράφουν: «Φέρνω ξανά

τον άντρα αυτόν

στα πατρικά του σπίτια και στην πόλη του».

Σύμβολα τέτοια μηχανεύτηκε.

Εσύ γνωρίζεις τώρα650

ποιον θα του στείλεις αντίπαλο.

Κήρυκας είμαι, μη με κατηγορείς

για το περιεχόμενο των λόγων μου.

Ευθύνομαι για τη μορφή μονάχα.

Εσύ κοίταξε τώρα

της πόλης το καράβι πώς θα κυβερνήσεις.

ΕΤΕΟΚΛΗΣ

Ω του Οιδίποδος γενιά

γενιά δεινών δακρύων

ω μισημένη των θεών,

ω, συ, που τράβηξες τον κεραυνό

της θεϊκής μανίας.

Αλίμονό μου,655

τώρα τελεσφορούν οι πατρικές κατάρες.

Αλλά δεν πρέπουν εδώ

μοιρολόγια και θρήνοι,

μήπως ο βόγκος γεννήσει τέκνα χειρότερα.

Κι όμως αυτόν, τον Πολυνείκη

τ᾽ όνομα και το πράγμα,

θα μάθεις γρήγορα

αν θα τον ωφελήσουν

τα χαραγμένα σύμβολα,

αν θα τον φέρουν πίσω στην πατρίδα660

τα χρυσωμένα γράμματα

που της ψυχής του τη χολή ξερνάνε.

Μπορεί κι αυτό να γίνει,

αν του παρασταθεί

στο στοχασμό των έργων του

η κόρη του Διός, η αειπάρθενος Δικαιοσύνη.

Όταν από της μάνας του ξεπήδησε

τη σκοτεινή τη μήτρα

κι όταν μεγάλωνε665

κι όταν στην εφηβεία μέστωνε

κι όταν στα γένια πύκνωσαν οι τρίχες,

δεν αξιώθηκε ποτέ

ούτε μια σπλαχνική ματιά

απ᾽ τη Δικαιοσύνη.

Ούτε και τώρα βέβαια

θα του παρασταθεί,

που ήρθε να ρημάξει

την πατρική του γη.

Και θα ᾽τανε ψευδώνυμο670

της αδικίας η Δικαιοσύνη

αν τον αδίστακτο τον άντρα βοηθούσε.

Αυτά πιστεύω εγώ

κι απέναντί του θα σταθώ.

Ποιος άλλος πιο πολύ το δικαιούται;

Άρχων απέναντι στον άρχοντα,

εχθρός στον εχθρό

και αδελφός στον αδελφόν αντίκρυ.

Γρήγορα φέρτε τις κνημίδες μου675

που θα με σώσουν από δόρατα και πέτρες.12

 

(μετάφραση Κ. Χ. Μύρης)

 

1 Ο Τυδέας είναι γιος του Οινέα, του βασιλιά της Αιτωλίας, και πατέρας του γνωστού από τον Όμηρο Διομήδη. Επειδή σκότωσε κάποιο συγγενή του, εγκατέλειψε την Αιτωλία (Καλυδώνα) και βρέθηκε στο Άργος, όπου παντρεύτηκε τη μία από τις δύο κόρες του Αδράστου, του βασιλιά του Άργους -την άλλη την παντρεύτηκε ο Πολυνείκης.

2 Η πύλη του Προίτου, η πύλη της Ηλέκτρας (στ. 423), και η Ομολωίδα (στ. 570) είναι τρεις από τις επτά πύλες της επτάπυλης Θήβας.

3 Το ένα από τα δύο ποτάμια της Θήβας, που χαρακτηρίζεται και διπόταμη πόλη -το άλλο ποτάμι είναι η Δίρκη.

4 Στο πρωτότυπο Οἰκλείδην, τον γιο του Οικλέα (και της Υπερμήστρας). Βλ. Κείμενο 86, σχόλ.1.

5 Όταν ο Κάδμος, γιος του Αγήνορα, του βασιλιά της Φοινίκης, αναζητώντας την αδερφή του Ευρώπη, έφτασε στη θέση της μετέπειτα Θήβας και ίδρυσε την Καδμεία, την ακρόπολη και τον πυρήνα της πόλης, σκότωσε ένα δράκοντα (φίδι) που καταγόταν από τον Άρη. Μετά τη δρακοντοκτονία, ακολουθώντας την υπόδειξη της Αθηνάς, έσπειρε τα δόντια του δράκοντα και από αυτά φύτρωσαν οι Σπαρτοί, που αλληλοεξοντώνονταν. Τελικά επέζησαν πέντε. Τα αριστοκρατικά γένη της Θήβας ανήγαν την καταγωγή τους στους πέντε Σπαρτούς.

6 Γιος του Αστακού, ενός από τους πέντε Σπαρτούς.

7 Ο γιγαντόσωμος και αλαζονικός γιος του Ιππόνοου, γνωστός κυρίως από τη συμμετοχή του στην εκστρατεία των Επτά εναντίον της Θήβας.

8 Γιος του Αυτόφονου. Σύμφωνα με την Ιλιάδα (Δ 395), ήταν αρχηγός των πενήντα Θηβαίων που, κατά την εκστρατεία των Επτά, είχαν στήσει ενέδρα στον Τυδέα, ο οποίος τους σκότωσε όλους.

9 Βασιλιάς του Άργου, γιος του Ταλαού, αδερφός της Εριφύλης, της γυναίκας του Αμφιάραου, πεθερός του Πολυνείκη και του Τυδέα. Ένα βράδυ έφτασαν στην αυλή του σπιτιού του οι περιπλανώμενοι εξόριστοι Πολυνείκης και Τυδέας και άρχισαν να μαλώνουν βίαια. Ο Άδραστος, οδηγημένος είτε από τη βιαιότητα της σύγκρουσης είτε από τα εμβλήματα των ασπίδων τους, αναγνώρισε στα πρόσωπά τους τον κάπρο και τον λέοντα, με τους οποίους , σύμφωνα με κάποιο χρησμό, θα πάντρευε τις δυο κόρες του, και έτσι τους έκανε γαμπρούς του και τους υποσχέθηκε να τους επαναπατρίσει. Έτσι ηγήθηκε της εκστρατείας των Επτά εναντίον της Θήβας. Είναι ο μόνος από τους Επτά που επέζησε. Βλ. και το Εισαγωγικό σημείωμα στο Κείμενο 72.

10 Του Απόλλωνα, που αποκαλύπτει την αλήθεια με τρόπο πλάγιο (λοξός) και συγκαλυμμένο.

11 Άγνωστος κατά τα άλλα. Εικάζεται ότι μπορεί να προέρχεται από κάποια τοπική παράδοση.

12 Η μετάφραση προϋποθέτει τη γραφή πέτρων, όχι πτερῶν (πτερά ονομάζονται εδώ τα βέλη).