ΧΟ. ἔοικα κἀγὼ τοῖς ἀφιγμένοις ἴσα
ξένοις ἐποικτίρειν σε, Ποίαντος τέκνον.
ΝΕ. ἐγὼ δὲ καὐτὸς τοῖσδε μάρτυς ἐν λόγοις,
320ὡς εἴσ᾽ ἀληθεῖς οἶδα, σὺν τυχὼν κακῶν
ἀνδρῶν Ἀτρειδῶν τῆς τ᾽ Ὀδυσσέως βίας.
ΦΙ. ἦ γάρ τι καὶ σὺ τοῖς πανωλέθροις ἔχεις
ἔγκλημ᾽ Ἀτρείδαις, ὥστε θυμοῦσθαι παθών;
ΝΕ. θυμὸν γένοιτο χειρὶ πληρῶσαί ποτε,
325ἵν᾽ αἱ Μυκῆναι γνοῖεν ἡ Σπάρτη θ᾽ ὅτι
χἡ Σκῦρος ἀνδρῶν ἀλκίμων μήτηρ ἔφυ.
ΦΙ. εὖ γ᾽, ὦ τέκνον· τίνος γὰρ ὧδε τὸν μέγαν
χόλον κατ᾽ αὐτῶν ἐκκαλῶν ἐλήλυθας;
ΝΕ. ὦ παῖ Ποίαντος, ἐξερῶ, μόλις δ᾽ ἐρῶ,
330ἅγωγ᾽ ὑπ᾽ αὐτῶν ἐξελωβήθην μολών.
ἐπεὶ γὰρ ἔσχε μοῖρ᾽ Ἀχιλλέα θανεῖν,
ΦΙ. οἴμοι· φράσῃς μοι μὴ πέρα, πρὶν ἂν μάθω
πρῶτον τόδ᾽, εἰ τέθνηχ᾽ ὁ Πηλέως γόνος;
ΝΕ. τέθνηκεν, ἀνδρὸς οὐδενός, θεοῦ δ᾽ ὕπο,
335τοξευτός, ὡς λέγουσιν, ἐκ Φοίβου δαμείς.
ΦΙ. ἀλλ᾽ εὐγενὴς μὲν ὁ κτανών τε χὡ θανών.
ἀμηχανῶ δὲ πότερον, ὦ τέκνον, τὸ σὸν
πάθημ᾽ ἐλέγχω πρῶτον, ἢ κεῖνον στένω.
ΝΕ. οἶμαι μὲν ἀρκεῖν σοί γε καὶ τὰ σ᾽, ὦ τάλας,
340ἀλγήμαθ᾽, ὥστε μὴ τὰ τῶν πέλας στένειν.
ΦΙ. ὀρθῶς ἔλεξας. τοιγαροῦν τὸ σὸν φράσον
αὖθις πάλιν μοι πρᾶγμ᾽, ὅπως σ᾽ ἐνύβρισαν.
|