335ΑΓ. αὐτοῦ γε πρῶτον βαιὸν ἀμμείνασ᾽, ὅπως
μάθῃς, ἄνευ τῶνδ᾽, οὕστινάς τ᾽ ἄγεις ἔσω
ὧν τ᾽ οὐδὲν εἰσήκουσας ἐκμάθῃς ἃ δεῖ.
τούτων ἔχω γὰρ πάντ᾽ ἐπιστήμην ἐγώ.
ΔΗ. τί δ᾽ ἐστί; τοῦ με τήνδ᾽ ἐφίστασαι βάσιν;
340ΑΓ. σταθεῖσ᾽ ἄκουσον· καὶ γὰρ οὐδὲ τὸν πάρος
μῦθον μάτην ἤκουσας, οὐδὲ νῦν δοκῶ.
ΔΗ. πότερον ἐκείνους δῆτα δεῦρ᾽ αὖθις πάλιν
καλῶμεν, ἢ ᾽μοὶ ταῖσδέ τ᾽ ἐξειπεῖν θέλεις;
ΑΓ. σοὶ ταῖσδέ τ᾽ οὐδὲν εἴργεται, τούτους δ᾽ ἔα.
345ΔΗ. καὶ δὴ βεβᾶσι, χὡ λόγος σημαινέτω.
ΑΓ. ἁνὴρ ὅδ᾽ οὐδὲν ὧν ἔλεξεν ἀρτίως
φωνεῖ δίκης ἐς ὀρθόν, ἀλλ᾽ ἢ νῦν κακός,
ἢ πρόσθεν οὐ δίκαιος ἄγγελος παρῆν.
ΔΗ. τί φῄς; σαφῶς μοι φράζε πᾶν ὅσον νοεῖς·
350ἃ μὲν γὰρ ἐξείρηκας ἀγνοία μ᾽ ἔχει.
ΑΓ. τούτου λέγοντος τἀνδρὸς εἰσήκουσ᾽ ἐγώ,
πολλῶν παρόντων μαρτύρων, ὡς τῆς κόρης
ταύτης ἕκατι κεῖνος Εὔρυτόν θ᾽ ἕλοι
τήν θ᾽ ὑψίπυργον Οἰχαλίαν, Ἔρως δέ νιν
355μόνος θεῶν θέλξειεν αἰχμάσαι τάδε,
οὐ τἀπὶ Λυδοῖς οὐδ᾽ ὑπ᾽ Ὀμφάλῃ πόνων
λατρεύματ᾽, οὐδ᾽ ὁ ῥιπτὸς Ἰφίτου μόρος·
ὃν νῦν παρώσας οὗτος ἔμπαλιν λέγει.
ἀλλ᾽ ἡνίκ᾽ οὐκ ἔπειθε τὸν φυτοσπόρον
360τὴν παῖδα δοῦναι, κρύφιον ὡς ἔχοι λέχος,
ἔγκλημα μικρὸν αἰτίαν θ᾽ ἑτοιμάσας
ἐπιστρατεύει πατρίδα [τὴν ταύτης, ἐν ᾗ
τὸν Εὔρυτον τῶνδ᾽ εἶπε δεσπόζειν θρόνων,
κτείνει τ᾽ ἄνακτα πατέρα] τῆσδε καὶ πόλιν
365ἔπερσε. καί νῦν, ὡς ὁρᾷς, ἥκει δόμους
ἐς τούσδε πέμπων οὐκ ἀφροντίστως, γύναι,
οὐδ᾽ ὥστε δούλην· μηδὲ προσδόκα τόδε·
οὐδ᾽ εἰκός, εἴπερ ἐκτεθέρμανται πόθῳ.
ἔδοξεν οὖν μοι πρὸς σὲ δηλῶσαι τὸ πᾶν,
370δέσποιν᾽, ὃ τοῦδε τυγχάνω μαθὼν πάρα.
καὶ ταῦτα πολλοὶ πρὸς μέσῃ Τραχινίων
ἀγορᾷ συνεξήκουον ὡσαύτως ἐμοί,
ὥστ᾽ ἐξελέγχειν· εἰ δὲ μὴ λέγω φίλα,
οὐχ ἥδομαι, τὸ δ᾽ ὀρθὸν ἐξείρηχ᾽ ὅμως.
|