ΒΛΕΠΥΡΟΣ
τί τὸ πρᾶγμα; ποῖ ποθ᾽ ἡ γυνὴ φρούδη ᾽στί μοι;
ἐπεὶ πρὸς ἕω νῦν γ᾽ ἐστίν, ἡ δ᾽ οὐ φαίνεται.
ἐγὼ δὲ κατάκειμαι πάλαι χεζητιῶν,
τὰς ἐμβάδας ζητῶν λαβεῖν ἐν τῷ σκότῳ
315καὶ θοἰμάτιον. ὅτε δὴ δ᾽ ἐκεῖνο ψηλαφῶν
οὐκ ἐδυνάμην εὑρεῖν, ὁ δ᾽ ἤδη τὴν θύραν
ἐπεῖχε κρούων, ὅδε Κόπρειος, λαμβάνω
τουτὶ τὸ τῆς γυναικὸς ἡμιδιπλοίδιον,
καὶ τὰς ἐκείνης Περσικὰς ὑφέλκομαι.
320ἀλλ᾽ ἐν καθαρῷ ποῦ, ποῦ τις ἂν χέσας τύχοι;
ἢ πανταχοῦ τοι νυκτός ἐστιν ἐν καλῷ;
οὐ γάρ με νῦν χέζοντά γ᾽ οὐδεὶς ὄψεται.
οἴμοι κακοδαίμων, ὅτι γέρων ὢν ἠγόμην
γυναῖχ᾽. ὅσας εἴμ᾽ ἄξιος πληγὰς λαβεῖν.
325οὐ γάρ ποθ᾽ ὑγιὲς οὐδὲν ἐξελήλυθεν
δράσουσ᾽. ὅμως δ᾽ οὖν ἐστιν ἀποπατητέον.
ΑΝΗΡ
τίς ἐστιν; οὐ δήπου Βλέπυρος ὁ γειτνιῶν;
ΒΛ. νὴ τὸν Δί᾽ αὐτὸς δῆτ᾽ ἐκεῖνος. ΑΝ. εἰπέ μοι,
τί τοῦτό σοι τὸ πυρρόν ἐστιν; οὔ τί που
330Κινησίας σου κατατετίληκέν; ΒΛ. ποθεν;
οὔκ, ἀλλὰ τῆς γυναικὸς ἐξελήλυθα
τὸ κροκωτίδιον ἀμπισχόμενος οὑνδύεται.
ΑΝ. τὸ δ᾽ ἱμάτιόν σου ποῦ ᾽στιν; ΒΛ. οὐκ ἔχω φράσαι.
ζητῶν γὰρ αὔτ᾽ οὐχ ηὗρον ἐν τοῖς στρώμασιν.
335ΑΝ. εἶτ᾽ οὐδὲ τὴν γυναῖκ᾽ ἐκέλευσάς σοι φράσαι;
ΒΛ. μὰ τὸν Δί᾽· οὐ γὰρ ἔνδον οὖσα τυγχάνει,
ἀλλ᾽ ἐκτετρύπηκεν λαθοῦσά μ᾽ ἔνδοθεν·
ὃ καὶ δέδοικα μή τι δρᾷ νεώτερον.
ΑΝ. νὴ τὸν Ποσειδῶ, ταὐτὰ τοίνυν ἄντικρυς
340ἐμοὶ πέπονθας. καὶ γὰρ ᾗ ξύνειμ᾽ ἐγὼ
φρούδη ᾽στ᾽ ἔχουσα θοἰμάτιον οὑγὼ ᾽φόρουν.
κοὐ τοῦτο λυπεῖ μ᾽, ἀλλὰ καὶ τὰς ἐμβάδας.
οὔκουν λαβεῖν γ᾽ αὐτὰς ἐδυνάμην οὐδαμοῦ.
ΒΛ. μὰ τὸν Διόνυσον, οὐδ᾽ ἐγὼ γὰρ τὰς ἐμὰς
345Λακωνικάς· ἀλλ᾽ ὡς ἔτυχον χεζητιῶν,
ἐς τὼ κοθόρνω τὼ πόδ᾽ ἐνθεὶς ἵεμαι,
ἵνα μὴ ᾽γχέσαιμ᾽ ἐς τὴν σισύραν· φανὴ γὰρ ἦν.
ΑΝ. τί δῆτ᾽ ἂν εἴη; μῶν ἐπ᾽ ἄριστον γυνὴ
κέκληκεν αὐτὴν τῶν φίλων; ΒΛ. γνώμην γ᾽ ἐμήν.
350οὔκουν πονηρά γ᾽ ἐστὶν ὅ τι κἄμ᾽ εἰδέναι.
ΑΝ. ἀλλὰ σὺ μὲν ἱμονιάν τιν᾽ ἀποπατεῖς· ἐμοὶ δ᾽
ὥρα βαδίζειν ἐστὶν εἰς ἐκκλησίαν,
ἤνπερ λάβω θοἰμάτιον, ὅπερ ἦν μοι μόνον.
ΒΛ. κἄγωγ᾽, ἐπειδὰν ἀποπατήσω· νῦν δέ μοι
355ἀχράς τις ἐγκλῄσασ᾽ ἔχει τὰ σιτία.
ΑΝ. μῶν ἣν Θρασύβουλος εἶπε τοῖς Λακωνικοῖς;
|