ΦΑ. ὦ τλῆμον, οἷον, μῆτερ, ἠράσθης ἔρον.
ΤΡ. ὃν ἔσχε ταύρου, τέκνον; ἢ τί φὴις τόδε;
ΦΑ. σύ τ᾽, ὦ τάλαιν᾽ ὅμαιμε, Διονύσου δάμαρ.
340 ΤΡ. τέκνον, τί πάσχεις; συγγόνους κακορροθεῖς;
ΦΑ. τρίτη δ᾽ ἐγὼ δύστηνος ὡς ἀπόλλυμαι.
ΤΡ. ἔκ τοι πέπληγμαι· ποῖ προβήσεται λόγος;
ΦΑ. ἐκεῖθεν ἡμεῖς, οὐ νεωστί, δυστυχεῖς.
ΤΡ. οὐδέν τι μᾶλλον οἶδ᾽ ἃ βούλομαι κλύειν.
ΦΑ. φεῦ·
345 πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;
ΤΡ. οὐ μάντις εἰμὶ τἀφανῆ γνῶναι σαφῶς.
ΦΑ. τί τοῦθ᾽ ὃ δὴ λέγουσιν ἀνθρώπους ἐρᾶν;
ΤΡ. ἥδιστον, ὦ παῖ, ταὐτὸν ἀλγεινόν θ᾽ ἅμα.
ΦΑ. ἡμεῖς ἂν εἶμεν θατέρωι κεχρημένοι.
350 ΤΡ. τί φήις; ἐρᾶις, ὦ τέκνον; ἀνθρώπων τίνος;
ΦΑ. ὅστις ποθ᾽ οὗτός ἐσθ᾽, ὁ τῆς Ἀμαζόνος ...
ΤΡ. Ἱππόλυτον αὐδᾶις; ΦΑ. σοῦ τάδ᾽, οὐκ ἐμοῦ, κλύεις.
ΤΡ. οἴμοι, τί λέξεις, τέκνον; ὥς μ᾽ ἀπώλεσας.
γυναῖκες, οὐκ ἀνασχέτ᾽, οὐκ ἀνέξομαι
355 ζῶσ᾽· ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος.
ῥίψω μεθήσω σῶμ᾽, ἀπαλλαχθήσομαι
βίου θανοῦσα· χαίρετ᾽, οὐκέτ᾽ εἴμ᾽ ἐγώ.
οἱ σώφρονες γάρ, οὐχ ἑκόντες ἀλλ᾽ ὅμως,
κακῶν ἐρῶσι. Κύπρις οὐκ ἄρ᾽ ἦν θεός,
360 ἀλλ᾽ εἴ τι μεῖζον ἄλλο γίγνεται θεοῦ,
ἣ τήνδε κἀμὲ καὶ δόμους ἀπώλεσεν.
ΧΟ. ἄιες ὤ, ἔκλυες ὤν,
ἀνήκουστα τᾶς
τυράννου πάθεα μέλεα θρεομένας;
ὀλοίμαν ἔγωγε πρὶν σᾶν, φίλα,
365 κατανύσαι φρενῶν. ἰώ μοι, φεῦ φεῦ·
ὦ τάλαινα τῶνδ᾽ ἀλγέων·
ὦ πόνοι τρέφοντες βροτούς.
ὄλωλας, ἐξέφηνας ἐς φάος κακά.
τίς σε παναμέριος ὅδε χρόνος μένει;
370 τελευτάσεταί τι καινὸν δόμοις·
ἄσημα δ᾽ οὐκέτ᾽ ἐστὶν οἷ φθίνει τύχα
Κύπριδος, ὦ τάλαινα παῖ Κρησία.
|