ΕΚ. καλῶς μὲν εἶπας, θύγατερ, ἀλλὰ τῷ καλῷ
λύπη πρόσεστιν. εἰ δὲ δεῖ τῷ Πηλέως
χάριν γενέσθαι παιδὶ καὶ ψόγον φυγεῖν
385ὑμᾶς, Ὀδυσσεῦ, τήνδε μὲν μὴ κτείνετε,
ἡμᾶς δ᾽ ἄγοντες πρὸς πυρὰν Ἀχιλλέως
κεντεῖτε, μὴ φείδεσθ᾽· ἐγὼ ᾽τεκον Πάριν,
ὃς παῖδα Θέτιδος ὤλεσεν τόξοις βαλών.
ΟΔ. οὐ σ᾽, ὦ γεραιά, κατθανεῖν Ἀχιλλέως
390φάντασμ᾽ Ἀχαιοὺς ἀλλὰ τήνδ᾽ ᾐτήσατο.
ΕΚ. ὑμεῖς δέ μ᾽ ἀλλὰ θυγατρὶ συμφονεύσατε,
καὶ δὶς τόσον πῶμ᾽ αἵματος γενήσεται
γαίᾳ νεκρῷ τε τῷ τάδ᾽ ἐξαιτουμένῳ.
ΟΔ. ἅλις κόρης σῆς θάνατος, οὐ προσοιστέος
395ἄλλος πρὸς ἄλλῳ· μηδὲ τόνδ᾽ ὠφείλομεν.
ΕΚ. πολλή γ᾽ ἀνάγκη θυγατρὶ συνθανεῖν ἐμέ.
ΟΔ. πῶς; οὐ γὰρ οἶδα δεσπότας κεκτημένος.
ΕΚ. ὁποῖα κισσὸς δρυὸς ὅπως τῆσδ᾽ ἕξομαι.
ΟΔ. οὔκ, ἤν γε πείθῃ τοῖσι σοῦ σοφωτέροις.
400ΕΚ. ὡς τῆσδ᾽ ἑκοῦσα παιδὸς οὐ μεθήσομαι.
ΟΔ. ἀλλ᾽ οὐδ᾽ ἐγὼ μὴν τήνδ᾽ ἄπειμ᾽ αὐτοῦ λιπών.
ΠΟ. μῆτερ, πιθοῦ μοι· καὶ σύ, παῖ Λαερτίου,
χάλα τοκεῦσιν εἰκότως θυμουμένοις,
σύ τ᾽, ὦ τάλαινα, τοῖς κρατοῦσι μὴ μάχου.
405βούλῃ πεσεῖν πρὸς οὖδας ἑλκῶσαί τε σὸν
γέροντα χρῶτα πρὸς βίαν ὠθουμένη,
ἀσχημονῆσαί τ᾽ ἐκ νέου βραχίονος
σπασθεῖσ᾽, ἃ πείσῃ; μὴ σύ γ᾽· οὐ γὰρ ἄξιον.
ἀλλ᾽, ὦ φίλη μοι μῆτερ, ἡδίστην χέρα
410δὸς καὶ παρειὰν προσβαλεῖν παρηίδι·
ὡς οὔποτ᾽ αὖθις ἀλλὰ νῦν πανύστατον
ἀκτῖνα κύκλον θ᾽ ἡλίου προσόψομαι.
τέλος δέχῃ δὴ τῶν ἐμῶν προσφθεγμάτων.
ὦ μῆτερ, ὦ τεκοῦσ᾽, ἄπειμι δὴ κάτω.
|