Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας
Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7
ΑΡΙΣΤΟΤΕΛΗΣ
Ἠθικὰ Νικομάχεια (1156a-1156b)
[III] Διαφέρει δὲ ταῦτα ἀλλήλων εἴδει· καὶ αἱ φιλήσεις ἄρα καὶ αἱ φιλίαι. τρία δὴ τὰ τῆς φιλίας εἴδη, ἰσάριθμα τοῖς φιλητοῖς· καθ᾽ ἕκαστον γάρ ἐστιν ἀντιφίλησις οὐ λανθάνουσα, οἱ δὲ φιλοῦντες ἀλλήλους βούλονται τἀγαθὰ ἀλλήλοις ταύτῃ ᾗ φιλοῦσιν. οἱ μὲν οὖν διὰ τὸ χρήσιμον φιλοῦντες ἀλλήλους οὐ καθ᾽ αὑτοὺς φιλοῦσιν, ἀλλ᾽ ᾗ γίνεταί τι αὐτοῖς παρ᾽ ἀλλήλων ἀγαθόν. ὁμοίως δὲ καὶ οἱ δι᾽ ἡδονήν· οὐ γὰρ τῷ ποιούς τινας εἶναι ἀγαπῶσι τοὺς εὐτραπέλους, ἀλλ᾽ ὅτι ἡδεῖς αὑτοῖς. οἵ τε δὴ διὰ τὸ χρήσιμον φιλοῦντες διὰ τὸ αὑτοῖς ἀγαθὸν στέργουσι, καὶ οἱ δι᾽ ἡδονὴν διὰ τὸ αὑτοῖς ἡδύ, καὶ οὐχ ᾗ ὁ φιλούμενός ἐστιν, ἀλλ᾽ ᾗ χρήσιμος ἢ ἡδύς. κατὰ συμβεβηκός τε δὴ αἱ φιλίαι αὗταί εἰσιν· οὐ γὰρ ᾗ ἐστὶν ὅσπερ ἐστὶν ὁ φιλούμενος, ταύτῃ φιλεῖται, ἀλλ᾽ ᾗ πορίζουσιν οἳ μὲν ἀγαθόν τι οἳ δ᾽ ἡδονήν. εὐδιάλυτοι δὴ αἱ τοιαῦταί εἰσι, μὴ διαμενόντων αὐτῶν ὁμοίων· ἐὰν γὰρ μηκέτι ἡδεῖς ἢ χρήσιμοι ὦσι, παύονται φιλοῦντες. τὸ δὲ χρήσιμον οὐ διαμένει, ἀλλ᾽ ἄλλοτε ἄλλο γίνεται. ἀπολυθέντος οὖν δι᾽ ὃ φίλοι ἦσαν, διαλύεται καὶ ἡ φιλία, ὡς οὔσης τῆς φιλίας πρὸς ἐκεῖνα. μάλιστα δ᾽ ἐν τοῖς πρεσβύταις ἡ τοιαύτη δοκεῖ φιλία γίνεσθαι (οὐ γὰρ τὸ ἡδὺ οἱ τηλικοῦτοι διώκουσιν ἀλλὰ τὸ ὠφέλιμον), καὶ τῶν ἐν ἀκμῇ καὶ νέων ὅσοι τὸ συμφέρον διώκουσιν. οὐ πάνυ δ᾽ οἱ τοιοῦτοι οὐδὲ συζῶσι μετ᾽ ἀλλήλων· ἐνίοτε γὰρ οὐδ᾽ εἰσὶν ἡδεῖς· οὐδὲ δὴ προσδέονται τῆς τοιαύτης ὁμιλίας, ἐὰν μὴ ὠφέλιμοι ὦσιν· ἐπὶ τοσοῦτον γάρ εἰσιν ἡδεῖς ἐφ᾽ ὅσον ἐλπίδας ἔχουσιν ἀγαθοῦ. εἰς ταύτας δὲ καὶ τὴν ξενικὴν τιθέασιν. ἡ δὲ τῶν νέων φιλία δι᾽ ἡδονὴν εἶναι δοκεῖ· κατὰ πάθος γὰρ οὗτοι ζῶσι, καὶ μάλιστα διώκουσι τὸ ἡδὺ αὑτοῖς καὶ τὸ παρόν· τῆς ἡλικίας δὲ μεταπιπτούσης καὶ τὰ ἡδέα γίνεται ἕτερα. διὸ ταχέως γίνονται φίλοι καὶ παύονται· ἅμα γὰρ τῷ ἡδεῖ ἡ φιλία μεταπίπτει, [1156b] τῆς δὲ τοιαύτης ἡδονῆς ταχεῖα ἡ μεταβολή. καὶ ἐρωτικοὶ δ᾽ οἱ νέοι· κατὰ πάθος γὰρ καὶ δι᾽ ἡδονὴν τὸ πολὺ τῆς ἐρωτικῆς· διόπερ φιλοῦσι καὶ ταχέως παύονται, πολλάκις τῆς αὐτῆς ἡμέρας μεταπίπτοντες. συνημερεύειν δὲ καὶ συζῆν οὗτοι βούλονται· γίνεται γὰρ αὐτοῖς τὸ κατὰ τὴν φιλίαν οὕτως. |
[3] Οι τρεις αυτοί λόγοι διαφέρουν μεταξύ τους ως προς το είδος — άρα και οι μορφές της αγάπης και τη φιλίας. Τρία, επομένως, είδη φιλίας υπάρχουν, ακριβώς όσα είναι και τα πράγματα που είναι άξια να αγαπηθούν. Πραγματικά, στην καθεμιά από τις τρεις αυτές περιπτώσεις υπάρχει φανερή αμοιβαία αγάπη, και αυτοί που αγαπούν ο ένας τον άλλον θέλουν ο ένας το καλό του άλλου για τον λόγο ακριβώς που ο ένας αγαπάει τον άλλον. Αυτοί λοιπόν που αγαπούν ο ένας τον άλλον και γίνονται φίλοι για τη χρησιμότητα, δεν αγαπούν τον άλλον καθεαυτόν, αλλά για το αγαθό που μπορεί να πάρει από αυτόν. Το ίδιο και στην περίπτωση που οι άνθρωποι αγαπούν ο ένας τον άλλον και γίνονται φίλοι για χάρη της ευχαρίστησης· πραγματικά, οι άνθρωποι αγαπούν τους χαριτολόγους όχι για τον χαρακτήρα τους, αλλά γιατί τους είναι ευχάριστοι. |