Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας
Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7
ΑΡΡΙΑΝΟΣ
Ἀλεξάνδρου Ἀνάβασις (4.8.4-4.9.4)
[4.8.4] Κλεῖτον δὲ δῆλον μὲν εἶναι πάλαι ἤδη ἀχθόμενον τοῦ τε Ἀλεξάνδρου τῇ ἐς τὸ βαρβαρικώτερον μετακινήσει καὶ τῶν κολακευόντων αὐτὸν τοῖς λόγοις· τότε δὲ καὶ αὐτὸν πρὸς τοῦ οἴνου παροξυνόμενον οὐκ ἐᾶν οὔτε ἐς τὸ θεῖον ὑβρίζειν, οὔτε [ἐς] τὰ τῶν πάλαι ἡρώων ἔργα ἐκφαυλίζοντας χάριν ταύτην ἄχαριν προστιθέναι Ἀλεξάνδρῳ. [4.8.5] εἶναι γὰρ οὖν οὐδὲ τὰ Ἀλεξάνδρου οὕτω τι μεγάλα καὶ θαυμαστὰ ὡς ἐκεῖνοι ἐπαίρουσιν· οὔκουν μόνον καταπρᾶξαι αὐτὰ, ἀλλὰ τὸ πολὺ γὰρ μέρος Μακεδόνων εἶναι τὰ ἔργα. καὶ τοῦτον τὸν λόγον ἀνιᾶσαι Ἀλέξανδρον λεχθέντα. οὐδὲ ἐγὼ ἐπαινῶ τὸν λόγον, ἀλλὰ ἱκανὸν γὰρ εἶναι τίθεμαι ἐν τοιᾷδε παροινίᾳ τὸ καθ᾽ αὑτὸν σιγῶντα ἔχειν μηδὲ τὰ αὐτὰ τοῖς ἄλλοις ἐς κολακείαν πλημμελεῖν. [4.8.6] ὡς δὲ καὶ τῶν Φιλίππου τινὲς ἔργων, ὅτι οὐ μεγάλα οὐδὲ θαυμαστὰ Φιλίππῳ κατεπράχθη, οὐδεμιᾷ ξὺν δίκῃ ἐπεμνήσθησαν, χαριζόμενοι καὶ οὗτοι Ἀλεξάνδρῳ, τὸν Κλεῖτον ἤδη οὐκέτι ἐν ἑαυτοῦ ὄντα πρεσβεύειν μὲν τὰ τοῦ Φιλίππου, καταβάλλειν δὲ Ἀλέξανδρόν τε καὶ τὰ τούτου ἔργα, παροινοῦντα ἤδη τὸν Κλεῖτον, τά τε ἄλλα καὶ πολὺν εἶναι ἐξονειδίζοντα Ἀλεξάνδρῳ, ὅτι πρὸς αὑτοῦ ἄρα ἐσώθη, ὁπότε ἡ ἱππομαχία ἡ ἐπὶ Γρανίκῳ ξυνειστήκει πρὸς Πέρσας· [4.8.7] καὶ δὴ καὶ τὴν δεξιὰν τὴν αὑτοῦ σοβαρῶς ἀνατείναντα, αὕτη σε ἡ χείρ, φάναι, ὦ Ἀλέξανδρε, ἐν τῷ τότε ἔσωσε. καὶ Ἀλέξανδρον οὐκέτι φέρειν τοῦ Κλείτου τὴν παροινίαν τε καὶ ὕβριν, ἀλλὰ ἀναπηδᾶν γὰρ ξὺν ὀργῇ ἐπ᾽ αὐτόν, κατέχεσθαι δὲ ὑπὸ τῶν ξυμπινόντων. Κλεῖτον δὲ οὐκ ἀνιέναι ὑβρίζοντα. [4.8.8] Ἀλέξανδρος δὲ ἐβόα ἄρα καλῶν τοὺς ὑπασπιστάς· οὐδενὸς δὲ ὑπακούοντος ἐς ταὐτὰ ἔφη καθεστηκέναι Δαρείῳ, ὁπότε πρὸς Βήσσου τε καὶ τῶν ἀμφὶ Βῆσσον ξυλληφθεὶς ἤγετο οὐδὲν ἄλλο ὅτι μὴ ὄνομα ὢν βασιλέως. οὔκουν ἔτι οἵους τε εἶναι κατέχειν αὐτὸν τοὺς ἑταίρους, ἀλλ᾽ ἀναπηδήσαντα γὰρ οἱ μὲν λόγχην ἁρπάσαι λέγουσι τῶν σωματοφυλάκων τινὸς καὶ ταύτῃ παίσαντα Κλεῖτον ἀποκτεῖναι, οἱ δὲ σάρισσαν παρὰ τῶν φυλάκων τινὸς καὶ ταύτην. [4.8.9] Ἀριστόβουλος δὲ ὅθεν μὲν ἡ παροινία ὡρμήθη οὐ λέγει, Κλείτου δὲ γενέσθαι μόνου τὴν ἁμαρτίαν, ὅν γε ὠργισμένου Ἀλεξάνδρου καὶ ἀναπηδήσαντος ἐπ᾽ αὐτὸν ὡς διαχρησομένου ἀπαχθῆναι μὲν διὰ θυρῶν ἔξω ὑπὲρ τὸ τεῖχός τε καὶ τὴν τάφρον τῆς ἄκρας, ἵνα ἐγίνετο, πρὸς Πτολεμαίου τοῦ Λάγου τοῦ σωματοφύλακος· οὐ καρτερήσαντα δὲ ἀναστρέψαι αὖθις καὶ περιπετῆ Ἀλεξάνδρῳ γενέσθαι Κλεῖτον ἀνακαλοῦντι, καὶ φάναι ὅτι· οὗτός τοι ἐγὼ ὁ Κλεῖτος, ὦ Ἀλέξανδρε· καὶ ἐν τούτῳ πληγέντα τῇ σαρίσσῃ ἀποθανεῖν. |
[4.8.4] Ο Κλείτος όμως, όπως ήταν φανερό, στενοχωριόταν από πολύν καιρό για τη μεταστροφή του Αλεξάνδρου προς τον βαρβαρικότερο τρόπο ζωής και για τους λόγους εκείνων που τον κολάκευαν. Και τότε υπό την επήρεια του κρασιού δεν τους επέτρεπε ούτε να δείχνουν ασέβεια προς τους θεούς ούτε να εξευτελίζουν τα κατορθώματα των παλαιών ηρώων μόνο για να προσθέσουν τέτοια χάρη άχαρη στον Αλέξανδρο. [4.8.5] Γιατί, έλεγε, δεν ήταν δα και τόσο μεγάλα και αξιοθαύμαστα τα κατορθώματα του Αλεξάνδρου, όπως εκείνοι τα μεγαλοποιούν. Ούτε άλλωστε τα πέτυχε μόνος του, αλλά ήταν κατά το μεγαλύτερο μέρος κατορθώματα των Μακεδόνων. Όταν ειπώθηκαν οι λόγοι αυτοί, ο Αλέξανδρος στενοχωρήθηκε. |