Ζ. ΛΑΛΙΑΣ [7.1] [Ἡ δὲ λαλιά, εἴ τις αὐτὴν ὁρίζεσθαι βούλοιτο, εἶναι ἂν δόξειεν ἀκρασία τοῦ λόγου,] [7.2] ὁ δὲ λάλος τοιοῦτός τις, οἷος τῷ ἐντυγχάνοντι εἰπεῖν, ἂν ὁτιοῦν πρὸς αὐτὸν φθέγξηται, ὅτι οὐθὲν λέγει καὶ ὅτι αὐτὸς πάντα οἶδεν καὶ, ἂν ἀκούῃ αὐτοῦ, μαθήσεται· καὶ μεταξὺ δὲ ἀποκρινομένῳ ἐπιβαλεῖν εἴπας «Σὺ μὴ ἐπιλάθῃ, ὃ μέλλεις λέγειν», καὶ «Εὖ γε, ὅτι με ὑπέμνησας», καὶ «Τὸ λαλεῖν ὡς χρήσιμόν που», καὶ «Ὃ παρέλιπον», καὶ «Ταχύ γε συνῆκας τὸ πρᾶγμα», καὶ «Πάλαι σε παρετήρουν, εἰ ἐπὶ τὸ αὐτὸ ἐμοὶ κατενεχθήσῃ»· καὶ ἑτέρας ἀρχὰς τοιαύτας πορίσασθαι, ὥστε μηδὲ ἀναπνεῦσαι τὸν ἐντυγχάνοντα. [7.3] καὶ ὅταν γε τοὺς καθ᾽ ἕνα ἀπογυιώσῃ, δεινὸς καὶ ἐπὶ τοὺς ἀθρόους [καὶ] συνεστηκότας πορευθῆναι καὶ φυγεῖν ποιῆσαι μεταξὺ χρηματίζοντας. [7.4] καὶ εἰς τὰ διδασκαλεῖα δὲ καὶ εἰς τὰς παλαίστρας εἰσιὼν κωλύειν τοὺς παῖδας προμανθάνειν, τοσαῦτα [καὶ] προσλαλῶν τοῖς παιδοτρίβαις καὶ διδασκάλοις. [7.5] καὶ τοὺς ἀπιέναι φάσκοντας δεινὸς προπέμψαι καὶ ἀποκαταστῆσαι εἰς τὰς οἰκίας. [7.6] καὶ πυθομένοις ‹τὰ ἀπὸ› τῆς ἐκκλησίας ἀπαγγέλλειν, προσδιηγήσασθαι δὲ καὶ τὴν ἐπ᾽ Ἀριστοφῶντός ποτε γενομένην τοῦ ῥήτορος μάχην καὶ τὴν ‹ἐν› Λακεδαιμονίοις ἐπὶ Λυσάνδρου, καὶ οὕς ποτε λόγους αὐτὸς εἴπας εὐδοκίμησεν ἐν τῷ δήμῳ, καὶ κατὰ τῶν πληθῶν γε ἅμα διηγούμενος κατηγορίαν παρεμβαλεῖν, ὥστε τοὺς ἀκούοντας ἤτοι ἐπιλαβέσθαι ἢ νυστάξαι ἢ μεταξὺ καταλείποντας ἀπαλλάττεσθαι. [7.7] καὶ συνδικάζων δὲ κωλῦσαι κρῖναι καὶ συνθεωρῶν θεάσασθαι καὶ συνδειπνῶν φαγεῖν, καὶ λέγειν ὅτι «Χαλεπὸν μοί ἐστι σιωπᾶν» καὶ ὡς ἐν ὑγρῷ ἐστιν ἡ γλῶττα καὶ ὅτι οὐκ ἂν σιωπήσειεν, οὐδ᾽ εἰ τῶν χελιδόνων δόξειεν εἶναι λαλίστερος. [7.8] καὶ σκωπτόμενος ὑπομεῖναι καὶ ὑπὸ τῶν αὑτοῦ παιδίων, ὅταν αὐτὸν ἤδη καθεύδειν βουλόμενον κωλύῃ λέγοντα «Πάππα, λάλει τι ἡμῖν, ὅπως ἂν ἡμᾶς ὕπνος λάβῃ».
|