ΧΟ. ἄνασσα, νῦν σοι τέρψις ἐμφανὴς κυρεῖ,
τῶν μὲν παρόντων, τὰ δὲ πεπυσμένῃ λόγῳ.
ΔΗ. πῶς δ᾽ οὐκ ἐγὼ χαίροιμ᾽ ἄν, ἀνδρὸς εὐτυχῆ
κλύουσα πρᾶξιν τήνδε, πανδίκῳ φρενί;
295πολλή ᾽στ᾽ ἀνάγκη τῇδε τοῦτο συντρέχειν.
ὅμως δ᾽ ἔνεστι τοῖσιν εὖ σκοπουμένοις
ταρβεῖν τὸν εὖ πράσσοντα, μὴ σφαλῇ ποτε.
ἐμοὶ γὰρ οἶκτος δεινὸς εἰσέβη, φίλαι,
ταύτας ὁρώσῃ δυσπότμους ἐπὶ ξένης
300χώρας ἀοίκους ἀπάτοράς τ᾽ ἀλωμένας,
αἳ πρὶν μὲν ἦσαν ἐξ ἐλευθέρων ἴσως
ἀνδρῶν, τανῦν δὲ δοῦλον ἴσχουσιν βίον.
ὦ Ζεῦ τροπαῖε, μή ποτ᾽ εἰσίδοιμί σε
πρὸς τοὐμὸν οὕτω σπέρμα χωρήσαντά ποι,
305μηδ᾽, εἴ τι δράσεις, τῆσδέ γε ζώσης ἔτι.
οὕτως ἐγὼ δέδοικα τάσδ᾽ ὁρωμένη.
ὦ δυστάλαινα, τίς ποτ᾽ εἶ νεανίδων;
ἄνανδρος, ἢ τεκνοῦσσα; πρὸς μὲν γὰρ φύσιν
πάντων ἄπειρος τῶνδε, γενναία δέ τις.
310Λίχα, τίνος ποτ᾽ ἐστὶν ἡ ξένη βροτῶν;
τίς ἡ τεκοῦσα, τίς δ᾽ ὁ φιτύσας πατήρ;
ἔξειπ᾽· ἐπεί νιν τῶνδε πλεῖστον ᾤκτισα
βλέπουσ᾽, ὅσῳπερ καὶ φρονεῖν οἶδεν μόνη.
ΛΙ. τί δ᾽ οἶδ᾽ ἐγώ; τί δ᾽ ἄν με καὶ κρίνοις; ἴσως
315γέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις.
ΔΗ. μὴ τῶν τυράννων; Εὐρύτου σπορά τις ἦν;
ΛΙ. οὐκ οἶδα· καὶ γὰρ οὐδ᾽ ἀνιστόρουν μακράν.
ΔΗ. οὐδ᾽ ὄνομα πρός του τῶν ξυνεμπόρων ἔχεις;
ΛΙ. ἥκιστα· σιγῇ τοὐμὸν ἔργον ἤνυτον.
320ΔΗ. εἴπ᾽, ὦ τάλαιν᾽, ἀλλ᾽ ἡμὶν ἐκ σαυτῆς· ἐπεὶ
καὶ ξυμφορά τοι μὴ εἰδέναι σέ γ᾽ ἥτις εἶ.
ΛΙ. οὔ τἄρα τῷ γε πρόσθεν οὐδὲν ἐξ ἴσου
χρόνῳ διήσει γλῶσσαν, ἥτις οὐδαμὰ
προύφηνεν οὔτε μείζον᾽ οὔτ᾽ ἐλάσσονα,
325ἀλλ᾽ αἰὲν ὠδίνουσα συμφορᾶς βάρος
δακρυρροεῖ δύστηνος, ἐξ ὅτου πάτραν
διήνεμον λέλοιπεν. ἡ δέ τοι τύχη
κακὴ μὲν αὕτη γ᾽, ἀλλὰ συγγνώμην ἔχει.
ΔΗ. ἣ δ᾽ οὖν ἐάσθω, καὶ πορευέσθω στέγας
330οὕτως ὅπως ἥδιστα, μηδὲ πρὸς κακοῖς
τοῖς οὖσιν ἄλλην πρός γ᾽ ἐμοῦ λύπην λάβοι·
ἅλις γὰρ ἡ παροῦσα. πρὸς δὲ δώματα
χωρῶμεν ἤδη πάντες, ὡς σύ θ᾽ οἷ θέλεις
σπεύδῃς, ἐγώ τε τἄνδον ἐξαρκῆ τιθῶ.
|