ΧΟΡΟΣ
285ὥρα προβαίνειν, ὦνδρες, ἡμῖν ἐστι· τοῦτο γὰρ χρὴ
μεμνημένας ἀεὶ λέγειν, ὡς μήποτ᾽ ἐξολίσθῃ
ἡμᾶς. ὁ κίνδυνος γὰρ οὐχὶ μικρός, ἢν ἁλῶμεν
ἐνδυόμεναι κατὰ σκότον τόλμημα τηλικοῦτον.
χωρῶμεν εἰς ἐκκλησίαν, ὦνδρες· ἠπείλησε γὰρ [στρ.]
290ὁ θεσμοθέτης, ὃς ἂν
μὴ πρῲ πάνυ τοῦ κνέφους
ἥκῃ κεκονιμένος,
στέργων σκοροδάλμῃ
βλέπων ὑπότριμμα, μὴ
δώσειν τὸ τριώβολον.
ἀλλ᾽, ὦ Χαριτιμίδη
καὶ Σμίκυθε καὶ Δράκης,
ἕπου κατεπείγων,
σαυτῷ προσέχων ὅπως
295μηδὲν παραχορδιεῖς
ὧν δεῖ σ᾽ ἀποδεῖξαι·
ὅπως δὲ τὸ σύμβολον
λαβόντες ἔπειτα πλη-
σίοι καθεδούμεθ᾽, ὡς
ἂν χειροτονῶμεν
ἅπανθ᾽ ὁπόσ᾽ ἂν δέῃ
τὰς ἡμετέρας φίλας.
καίτοι τί λέγω; φίλους
γὰρ χρῆν μ᾽ ὀνομάζειν.
300ὅρα δ᾽ ὅπως ὠθήσομεν τούσδε τοὺς ἐξ ἄστεως [ἀντ.]
ἥκοντας, ὅσοι πρὸ τοῦ
μέν, ἡνίκ᾽ ἔδει λαβεῖν
ἐλθόντ᾽ ὀβολὸν μόνον,
καθῆντο λαλοῦντες
ἐν τοῖς στεφανώμασιν,
νυνὶ δ᾽ ἐνοχλοῦσ᾽ ἄγαν.
ἀλλ᾽ οὐχί, Μυρωνίδης
ὅτ᾽ ἦρχεν ὁ γεννάδας,
οὐδεὶς ἂν ἐτόλμα
305τὰ τῆς πόλεως διοι-
κεῖν ἀργύριον φέρων·
ἀλλ᾽ ἧκεν ἕκαστος
ἐν ἀσκιδίῳ φέρων
πιεῖν ἅμα τ᾽ ἄρτον αὖ-
ον καὶ δύο κρομμύω
καὶ τρεῖς ἂν ἐλάας.
νυνὶ δὲ τριώβολον
ζητοῦσι λαβεῖν, ὅταν
πράττωσί τι κοινὸν ὥσ-
310περ πηλοφοροῦντες.
|