τίς δέ νύ τοι νήσων, ποῖον δ᾽ ὄρος εὔαδε πλεῖστον,
τίς δὲ λιμήν, ποίη δὲ πόλις; τίνα δ᾽ ἔξοχα νυμφέων
185 φίλαο, καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας;
εἰπέ, θεή, σὺ μὲν ἄμμιν, ἐγὼ δ᾽ ἑτέροισιν ἀείσω.
νήσων μὲν Δολίχη, πολίων δέ τοι εὔαδε Πέργη,
Τηΰγετον δ᾽ ὀρέων, λιμένες γε μὲν Εὐρίποιο.
ἔξοχα δ᾽ ἀλλάων Γορτυνίδα φίλαο νύμφην,
190 ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπον· ἧς ποτε Μίνως
πτοιηθεὶς ὑπ᾽ ἔρωτι κατέδραμεν οὔρεα Κρήτης.
ἡ δ᾽ ὁτὲ μὲν λασίῃσιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη,
ἄλλοτε δ᾽ εἱαμενῇσιν· ὁ δ᾽ ἐννέα μῆνας ἐφοίτα
παίπαλά τε κρημνούς τε, καὶ οὐκ ἀνέπαυσε διωκτύν,
195 μέσφ᾽ ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντον
πρηόνος ἐξ ὑπάτοιο, καὶ ἔνθορεν εἰς ἁλιήων
δίκτυα, τά σφ᾽ ἐσάωσαν· ὅθεν μετέπειτα Κύδωνες
νύμφην μὲν Δίκτυναν, ὄρος δ᾽ ὅθεν ἥλατο νύμφη
Δικταῖον καλέουσιν, ἀνεστήσαντο δὲ βωμούς
200 ἱερά τε ῥέζουσι· τὸ δὲ στέφος ἤματι κείνῳ
ἢ πίτυς ἢ σχῖνος· μύρτοιο δὲ χεῖρες ἄθικτοι·
δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζος
τῆς κούρης, ὅτ᾽ ἔφευγεν· ὅθεν μέγα χώσατο μύρτῳ.
Οὖπι ἄνασσ᾽ εὐῶπι φαεσφόρε, καὶ δέ σε κείνης
205 Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης.
καὶ μὴν Κυρήνην ἑταρίσσαο, τῇ ποτ᾽ ἔδωκας
αὐτὴ θηρητῆρε δύω κύνε, τοῖς ἔνι κούρη
Ὑψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορ᾽ ἀέθλου.
καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηιονίδαο,
210 πότνια, σὴν ὁμόθηρον ἐθήκαο· καὶ δέ σε φασί
καλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαι·
αἱ πρῶται θοὰ τόξα καὶ ἀμφ᾽ ὤμοισι φαρέτρας
ἰοδόκους ἐφόρησαν· †ἀσύλλωτοι δέ φιν ὦμοι
δεξιτεροί, καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός.
215 ᾔνησας δ᾽ ἔτι πάγχυ ποδορρώρην Ἀταλάντην,
κούρην Ἰασίοιο συοκτόνον Ἀρκασίδαο,
καί ἑ κυνηλασίην τε καὶ εὐστοχίην ἐδίδαξας.
οὔ μιν ἐπίκλητοι Καλυδωνίου ἀγρευτῆρες
μέμφονται κάπροιο· τὰ γὰρ σημήια νίκης
220 Ἀρκαδίην εἰσῆλθεν, ἔχει δ᾽ ἔτι θηρὸς ὀδόντας.
οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα Ῥοῖκον ἔολπα
οὐδέ περ ἐχθαίροντας ἐν Ἄιδι μωμήσασθαι
τοξότιν· οὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται,
τάων Μαιναλίη νᾶεν φόνῳ ἀκρώρεια.
|