ΤΡ. ἐς πάντ᾽ ἀφῖγμαι κοὐδὲν εἴργασμαι πλέον.
285 οὐ μὴν ἀνήσω γ᾽ οὐδὲ νῦν προθυμίας,
ὡς ἂν παροῦσα καὶ σύ μοι ξυμμαρτυρῆις
οἵα πέφυκα δυστυχοῦσι δεσπόταις.
ἄγ᾽, ὦ φίλη παῖ, τῶν πάροιθε μὲν λόγων
λαθώμεθ᾽ ἄμφω, καὶ σύ θ᾽ ἡδίων γενοῦ
290 στυγνὴν ὀφρῦν λύσασα καὶ γνώμης ὁδόν,
ἐγώ θ᾽ ὅπηι σοι μὴ καλῶς τόθ᾽ εἱπόμην
μεθεῖσ᾽ ἐπ᾽ ἄλλον εἶμι βελτίω λόγον.
κεἰ μὲν νοσεῖς τι τῶν ἀπορρήτων κακῶν,
γυναῖκες αἵδε συγκαθιστάναι νόσον·
295 εἰ δ᾽ ἔκφορός σοι συμφορὰ πρὸς ἄρσενας,
λέγ᾽, ὡς ἰατροῖς πρᾶγμα μηνυθῆι τόδε.
εἶἑν, τί σιγᾶις; οὐκ ἐχρῆν σιγᾶν, τέκνον,
ἀλλ᾽ ἤ μ᾽ ἐλέγχειν, εἴ τι μὴ καλῶς λέγω,
ἢ τοῖσιν εὖ λεχθεῖσι συγχωρεῖν λόγοις.
300 φθέγξαι τι, δεῦρ᾽ ἄθρησον. ὦ τάλαιν᾽ ἐγώ,
γυναῖκες, ἄλλως τούσδε μοχθοῦμεν πόνους,
ἴσον δ᾽ ἄπεσμεν τῶι πρίν· οὔτε γὰρ τότε
λόγοις ἐτέγγεθ᾽ ἥδε νῦν τ᾽ οὐ πείθεται.
ἀλλ᾽ ἴσθι μέντοι—πρὸς τάδ᾽ αὐθαδεστέρα
305 γίγνου θαλάσσης—εἰ θανῆι, προδοῦσα σοὺς
παῖδας, πατρώιων μὴ μεθέξοντας δόμων,
μὰ τὴν ἄνασσαν ἱππίαν Ἀμαζόνα,
ἣ σοῖς τέκνοισι δεσπότην ἐγείνατο,
νόθον φρονοῦντα γνήσι᾽, οἶσθά νιν καλῶς,
310 Ἱππόλυτον ... ΦΑ. οἶμοι. ΤΡ. θιγγάνει σέθεν τόδε;
ΦΑ. ἀπώλεσάς με, μαῖα, καί σε πρὸς θεῶν
τοῦδ᾽ ἀνδρὸς αὖθις λίσσομαι σιγᾶν πέρι.
ΤΡ. ὁρᾶις; φρονεῖς μὲν εὖ, φρονοῦσα δ᾽ οὐ θέλεις
παῖδάς τ᾽ ὀνῆσαι καὶ σὸν ἐκσῶσαι βίον.
315 ΦΑ. φιλῶ τέκν᾽· ἄλληι δ᾽ ἐν τύχηι χειμάζομαι.
ΤΡ. ἁγνὰς μέν, ὦ παῖ, χεῖρας αἵματος φορεῖς;
ΦΑ. χεῖρες μὲν ἁγναί, φρὴν δ᾽ ἔχει μίασμά τι.
ΤΡ. μῶν ἐξ ἐπακτοῦ πημονῆς ἐχθρῶν τινος;
ΦΑ. φίλος μ᾽ ἀπόλλυσ᾽ οὐχ ἑκοῦσαν οὐχ ἑκών.
320 ΤΡ. Θησεύς τιν᾽ ἡμάρτηκεν ἐς σ᾽ ἁμαρτίαν;
ΦΑ. μὴ δρῶσ᾽ ἔγωγ᾽ ἐκεῖνον ὀφθείην κακῶς.
ΤΡ. τί γὰρ τὸ δεινὸν τοῦθ᾽ ὅ σ᾽ ἐξαίρει θανεῖν;
ΦΑ. ἔα μ᾽ ἁμαρτεῖν· οὐ γὰρ ἐς σ᾽ ἁμαρτάνω.
ΤΡ. οὐ δῆθ᾽ ἑκοῦσά γ᾽, ἐν δὲ σοὶ λελείψομαι.
325 ΦΑ. τί δρᾶις; βιάζηι, χειρὸς ἐξαρτωμένη;
ΤΡ. καὶ σῶν γε γονάτων, κοὐ μεθήσομαί ποτε.
ΦΑ. κάκ᾽ ὦ τάλαινά σοι τάδ᾽, εἰ πεύσηι, κακά.
ΤΡ. μεῖζον γὰρ ἤ σου μὴ τυχεῖν τί μοι κακόν;
ΦΑ. ὀλῆι. τὸ μέντοι πρᾶγμ᾽ ἐμοὶ τιμὴν φέρει.
330 ΤΡ. κἄπειτα κρύπτεις, χρήσθ᾽ ἱκνουμένης ἐμοῦ;
ΦΑ. ἐκ τῶν γὰρ αἰσχρῶν ἐσθλὰ μηχανώμεθα.
ΤΡ. οὔκουν λέγουσα τιμιωτέρα φανῆι;
ΦΑ. ἄπελθε πρὸς θεῶν δεξιάν τ᾽ ἐμὴν μέθες.
ΤΡ. οὐ δῆτ᾽, ἐπεί μοι δῶρον οὐ δίδως ὃ χρῆν.
335 ΦΑ. δώσω· σέβας γὰρ χειρὸς αἰδοῦμαι τὸ σόν.
ΤΡ. σιγῶιμ᾽ ἂν ἤδη· σὸς γὰρ οὑντεῦθεν λόγος.
|