ΧΟ. ὥρα προνοεῖν, πρὶν ὅροις πελάσαι
στρατὸν Ἀργείων·
290μάλα δ᾽ ὀξὺς Ἄρης ὁ Μυκηναίων,
ἐπὶ τοῖσι δὲ δὴ μᾶλλον ἔτ᾽ ἢ πρίν.
πᾶσι γὰρ οὗτος κήρυξι νόμος,
δὶς τόσα πυργοῦν τῶν γιγνομένων.
πόσα νιν λέξειν βασιλεῦσι δοκεῖς,
295ὡς δείν᾽ ἔπαθεν καὶ παρὰ μικρὸν
ψυχὴν ἦλθεν διακναῖσαι;
ΙΟ. οὐκ ἔστι τοῦδε παισὶ κάλλιον γέρας
ἢ πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναι
γαμεῖν τ᾽ ἀπ᾽ ἐσθλῶν· ὃς δὲ νικηθεὶς πόθωι
300κακοῖς ἐκοινώνησεν οὐκ ἐπαινέσω,
τέκνοις ὄνειδος οὕνεχ᾽ ἡδονῆς λιπεῖν·
τὸ δυστυχὲς γὰρ ηὑγένει᾽ ἀμύνεται
τῆς δυσγενείας μᾶλλον· ἡμεῖς γὰρ κακῶν
ἐς τοὔσχατον πεσόντες ηὕρομεν φίλους
305καὶ ξυγγενεῖς τούσδ᾽, οἳ τοσῆσδ᾽ οἰκουμένης
Ἑλληνίδος γῆς τῶνδε προύστησαν μόνοι.
δότ᾽, ὦ τέκν᾽, αὐτοῖς χεῖρα δεξιάν, δότε,
ὑμεῖς τε παισί, καὶ πέλας προσέλθετε.
ὦ παῖδες, ἐς μὲν πεῖραν ἤλθομεν φίλων·
310ἢν δ᾽ οὖν ποθ᾽ ὑμῖν νόστος ἐς πάτραν φανῆι
καὶ δώματ᾽ οἰκήσητε καὶ τιμὰς πατρὸς
σωτῆρας αἰεὶ καὶ φίλους νομίζετε,
καὶ μήποτ᾽ ἐς γῆν ἐχθρὸν αἴρεσθαι δόρυ
μέμνησθέ μοι τήνδ᾽, ἀλλὰ φιλτάτην πόλιν
315πασῶν νομίζετ᾽. ἄξιοι δ᾽ ὑμῖν σέβειν
οἳ γῆν τοσήνδε καὶ Πελασγικὸν λεὼν
ἡμῶν ἀπηλλάξαντο πολεμίους ἔχειν,
πτωχοὺς ἀλήτας εἰσορῶντες ἀλλ᾽ ὅμως
οὐκ ἐξέδωκαν οὐδ᾽ ἀπήλασαν χθονός.
320ἐγὼ δὲ καὶ ζῶν καὶ θανών, ὅταν θάνω,
πολλῶι σ᾽ ἐπαίνωι Θησέως, ὦ τᾶν, πέλας
ὑψηλὸν ἀρῶ καὶ λέγων τάδ᾽ εὐφρανῶ,
ὡς εὖ τ᾽ ἐδέξω καὶ τέκνοισιν ἤρκεσας
τοῖς Ἡρακλείοις, εὐγενὴς δ᾽ ἀν᾽ Ἑλλάδα
325σώιζεις πατρώιαν δόξαν, ἐξ ἐσθλῶν δὲ φὺς
οὐδὲν κακίων τυγχάνεις γεγὼς πατρός,
παύρων μετ᾽ ἄλλων· ἕνα γὰρ ἐν πολλοῖς ἴσως
εὕροις ἂν ὅστις ἐστὶ μὴ χείρων πατρός.
|