Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΗΡΟΔΟΤΟΣ

Ἱστορίαι (3.39.1-3.53.7)

[3.39.1] Καμβύσεω δὲ ἐπ᾽ Αἴγυπτον στρατευομένου ἐποιήσαντο καὶ Λακεδαιμόνιοι στρατηίην ἐπὶ Σάμον τε καὶ Πολυκράτεα τὸν Αἰάκεος, ὃς ἔσχε Σάμον ἐπαναστάς. [3.39.2] καὶ τὰ μὲν πρῶτα τριχῇ δασάμενος τὴν πόλιν τοῖσι ἀδελφεοῖσι Πανταγνώτῳ καὶ Συλοσῶντι ἔνειμε, μετὰ δὲ τὸν μὲν αὐτῶν ἀποκτείνας, τὸν δὲ νεώτερον Συλοσῶντα ἐξελάσας ἔσχε πᾶσαν Σάμον, ἔχων δὲ ξεινίην Ἀμάσι τῷ Αἰγύπτου βασιλέϊ συνεθήκατο, πέμπων τε δῶρα καὶ δεκόμενος ἄλλα παρ᾽ ἐκείνου. [3.39.3] ἐν χρόνῳ δὲ ὀλίγῳ αὐτίκα τοῦ Πολυκράτεος τὰ πρήγματα ηὔξετο καὶ ἦν βεβωμένα ἀνά τε τὴν Ἰωνίην καὶ τὴν ἄλλην Ἑλλάδα· ὅκου γὰρ ἰθύσειε στρατεύεσθαι, πάντα οἱ ἐχώρεε εὐτυχέως. ἔκτητο δὲ πεντηκοντέρους τε ἑκατὸν καὶ χιλίους τοξότας. [3.39.4] ἔφερε δὲ καὶ ἦγε πάντας διακρίνων οὐδένα· τῷ γὰρ φίλῳ ἔφη χαριεῖσθαι μᾶλλον ἀποδιδοὺς τὰ ἔλαβε ἢ ἀρχὴν μηδὲ λαβών. συχνὰς μὲν δὴ τῶν νήσων ἀραιρήκεε, πολλὰ δὲ καὶ τῆς ἠπείρου ἄστεα. ἐν δὲ δὴ καὶ Λεσβίους πανστρατιῇ βοηθέοντας Μιλησίοισι ναυμαχίῃ κρατήσας εἷλε, οἳ τὴν τάφρον περὶ τὸ τεῖχος τὸ ἐν Σάμῳ πᾶσαν δεδεμένοι ὤρυξαν. [3.40.1] καί κως τὸν Ἄμασιν εὐτυχέων μεγάλως ὁ Πολυκράτης οὐκ ἐλάνθανε, ἀλλά οἱ τοῦτ᾽ ἦν ἐπιμελές. πολλῷ δὲ ἔτι πλεῦνός οἱ εὐτυχίης γινομένης γράψας ἐς βυβλίον τάδε ἐπέστειλε ἐς Σάμον· Ἄμασις Πολυκράτεϊ ὧδε λέγει. [3.40.2] ἡδὺ μὲν πυνθάνεσθαι ἄνδρα φίλον καὶ ξεῖνον εὖ πρήσσοντα, ἐμοὶ δὲ αἱ σαὶ μεγάλαι εὐτυχίαι οὐκ ἀρέσκουσι, ἐπισταμένῳ τὸ θεῖον ὡς ἔστι φθονερόν. καί κως βούλομαι καὶ αὐτὸς καὶ τῶν ἂν κήδωμαι τὸ μέν τι εὐτυχέειν τῶν πρηγμάτων, τὸ δὲ προσπταίειν, καὶ οὕτω διαφέρειν τὸν αἰῶνα ἐναλλὰξ πρήσσων ἢ εὐτυχέειν τὰ πάντα. [3.40.3] οὐδένα γάρ κω λόγῳ οἶδα ἀκούσας ὅστις ἐς τέλος οὐ κακῶς ἐτελεύτησε πρόρριζος, εὐτυχέων τὰ πάντα. σὺ ὦν νῦν ἐμοὶ πειθόμενος ποίησον πρὸς τὰς εὐτυχίας τοιάδε· [3.40.4] φροντίσας τὸ ἂν εὕρῃς ἐόν τοι πλείστου ἄξιον καὶ ἐπ᾽ ᾧ σὺ ἀπολομένῳ μάλιστα τὴν ψυχὴν ἀλγήσεις, τοῦτο ἀπόβαλε οὕτω ὅκως μηκέτι ἥξει ἐς ἀνθρώπους. ἤν τε μὴ ἐναλλὰξ ἤδη τὠπὸ τούτου αἱ εὐτυχίαι τοι τῇσι πάθησι προσπίπτωσι, τρόπῳ τῷ ἐξ ἐμεῦ ὑποκειμένῳ ἀκέο. [3.41.1] ταῦτα ἐπιλεξάμενος ὁ Πολυκράτης καὶ νόῳ λαβὼν ὥς οἱ εὖ ὑπετίθετο ὁ Ἄμασις, ἐδίζητο ἐπ᾽ ᾧ ἂν μάλιστα τὴν ψυχὴν ἀσηθείη ἀπολομένῳ τῶν κειμηλίων, διζήμενος δ᾽ εὕρισκε τόδε· ἦν οἱ σφρηγὶς τὴν ἐφόρεε χρυσόδετος, σμαράγδου μὲν λίθου ἐοῦσα, ἔργον δὲ ἦν Θεοδώρου τοῦ Τηλεκλέος Σαμίου. [3.41.2] ἐπεὶ ὦν ταύτην οἱ ἐδόκεε ἀποβαλεῖν, ἐποίεε τοιάδε· πεντηκόντερον πληρώσας ἀνδρῶν ἐσέβη ἐς αὐτήν, μετὰ δὲ ἀναγαγεῖν ἐκέλευε ἐς τὸ πέλαγος· ὡς δὲ ἀπὸ τῆς νήσου ἑκὰς ἐγένετο, περιελόμενος τὴν σφρηγῖδα πάντων ὁρώντων τῶν συμπλόων ῥίπτει ἐς τὸ πέλαγος. τοῦτο δὲ ποιήσας ἀπέπλεε, ἀπικόμενος δὲ ἐς τὰ οἰκία συμφορῇ ἐχρᾶτο. [3.42.1] πέμπτῃ δὲ ἢ ἕκτῃ ἡμέρῃ ἀπὸ τούτων τάδε οἱ συνήνεικε γενέσθαι· ἀνὴρ ἁλιεὺς λαβὼν ἰχθὺν μέγαν τε καὶ καλὸν ἠξίου μιν Πολυκράτεϊ δῶρον δοθῆναι· φέρων δὴ ἐπὶ τὰς θύρας Πολυκράτεϊ ἔφη ἐθέλειν ἐλθεῖν ἐς ὄψιν, χωρήσαντος δέ οἱ τούτου ἔλεγε διδοὺς τὸν ἰχθύν· [3.42.2] Ὦ βασιλεῦ, ἐγὼ τόνδε ἑλὼν οὐκ ἐδικαίωσα φέρειν ἐς ἀγορήν, καίπερ γε ἐὼν ἀποχειροβίοτος, ἀλλά μοι ἐδόκεε σεῦ τε εἶναι ἄξιος καὶ τῆς σῆς ἀρχῆς· σοὶ δή μιν φέρων δίδωμι. ὁ δὲ ἡσθεὶς τοῖσι ἔπεσι ἀμείβεται τοισίδε· Κάρτα τε εὖ ἐποίησας καὶ χάρις διπλὴ τῶν τε λόγων καὶ τοῦ δώρου· καί σε ἐπὶ δεῖπνον καλέομεν. [3.42.3] ὁ μὲν δὴ ἁλιεὺς μέγα ποιεύμενος ταῦτα ἤιε ἐς τὰ οἰκία, τὸν δὲ ἰχθὺν τάμνοντες οἱ θεράποντες εὑρίσκουσι ἐν τῇ νηδύϊ αὐτοῦ ἐνεοῦσαν τὴν Πολυκράτεος σφρηγῖδα. [3.42.4] ὡς δὲ εἶδόν τε καὶ ἔλαβον τάχιστα, ἔφερον κεχαρηκότες παρὰ τὸν Πολυκράτεα, διδόντες δέ οἱ τὴν σφρηγῖδα ἔλεγον ὅτεῳ τρόπῳ εὑρέθη. τὸν δὲ ὡς ἐσῆλθε θεῖον εἶναι τὸ πρῆγμα, γράφει ἐς βυβλίον πάντα τὰ ποιήσαντά μιν οἷα καταλελάβηκε, γράψας δὲ ἐς Αἴγυπτον ἐπέθηκε. [3.43.1] ἐπιλεξάμενος δὲ ὁ Ἄμασις τὸ βυβλίον τὸ παρὰ τοῦ Πολυκράτεος ἧκον, ἔμαθε ὅτι ἐκκομίσαι τε ἀδύνατον εἴη ἀνθρώπῳ ἄνθρωπον ἐκ τοῦ μέλλοντος γίνεσθαι πρήγματος καὶ ὅτι οὐκ εὖ τελευτήσειν μέλλοι Πολυκράτης εὐτυχέων τὰ πάντα, ὃς καὶ τὰ ἀποβάλλει εὑρίσκοι. [3.43.2] πέμψας δέ οἱ κήρυκα ἐς Σάμον διαλύεσθαι ἔφη τὴν ξεινίην. τοῦδε δὲ εἵνεκεν ταῦτα ἐποίεε, ἵνα μὴ συντυχίης δεινῆς τε καὶ μεγάλης Πολυκράτεα καταλαβούσης αὐτὸς ἀλγήσειε τὴν ψυχὴν ὡς περὶ ξείνου ἀνδρός. [3.44.1] ἐπὶ τοῦτον δὴ ὦν τὸν Πολυκράτεα εὐτυχέοντα τὰ πάντα ἐστρατεύοντο Λακεδαιμόνιοι ἐπικαλεσαμένων τῶν μετὰ ταῦτα Κυδωνίην τὴν ἐν Κρήτῃ κτισάντων Σαμίων. πέμψας δὲ κήρυκα λάθρῃ Σαμίων Πολυκράτης παρὰ Καμβύσεα τὸν Κύρου συλλέγοντα στρατὸν ἐπ᾽ Αἴγυπτον, ἐδεήθη ὅκως ἂν καὶ παρ᾽ ἑωυτὸν πέμψας ἐς Σάμον δέοιτο στρατοῦ. [3.44.2] Καμβύσης δὲ ἀκούσας τούτων προθύμως ἔπεμπε ἐς Σάμον δεησόμενος Πολυκράτεος στρατὸν ναυτικὸν ἅμα πέμψαι ἑωυτῷ ἐπ᾽ Αἴγυπτον. ὁ δὲ ἐπιλέξας τῶν ἀστῶν τοὺς ὑπώπτευε μάλιστα ἐς ἐπανάστασιν ἀπέπεμπε τεσσεράκοντα τριήρεσι, ἐντειλάμενος Καμβύσῃ ὀπίσω τούτους μὴ ἀποπέμπειν. [3.45.1] οἱ μὲν δὴ λέγουσι τοὺς ἀποπεμφθέντας Σαμίων [ὑπὸ Πολυκράτεος] οὐκ ἀπικέσθαι ἐς Αἴγυπτον, ἀλλ᾽ ἐπείτε ἐγένοντο ἐν Καρπάθῳ πλέοντες, δοῦναι σφίσι λόγον, καί σφι ἁδεῖν τὸ προσωτέρω μηκέτι πλέειν· οἱ δὲ λέγουσι ἀπικομένους τε ἐς Αἴγυπτον καὶ φυλασσομένους ἐνθεῦτεν αὐτοὺς ἀποδρῆναι. [3.45.2] καταπλέουσι δὲ ἐς τὴν Σάμον Πολυκράτης νηυσὶ ἀντιάσας ἐς μάχην κατέστη· νικήσαντες δὲ οἱ κατιόντες ἀπέβησαν ἐς τὴν νῆσον, πεζομαχήσαντες δὲ ἐν αὐτῇ ἑσσώθησαν καὶ οὕτω δὴ ἔπλεον ἐς Λακεδαίμονα. [3.45.3] εἰσὶ δὲ οἳ λέγουσι τοὺς ἀπ᾽ Αἰγύπτου νικῆσαι Πολυκράτεα, λέγοντες ἐμοὶ δοκέειν οὐκ ὀρθῶς. οὐδὲν γὰρ ἔδει σφέας Λακεδαιμονίους ἐπικαλέεσθαι, εἴ περ αὐτοὶ ἦσαν ἱκανοὶ Πολυκράτεα παραστήσασθαι. πρὸς δὲ τούτοισι οὐδὲ λόγος αἱρέει, τῷ ἐπίκουροί τε μισθωτοὶ καὶ τοξόται οἰκήιοι ἦσαν πλήθεϊ πολλοί, τοῦτον ὑπὸ τῶν κατιόντων Σαμίων ἐόντων ὀλίγων ἑσσωθῆναι. [3.45.4] τῶν δ᾽ ὑπ᾽ ἑωυτῷ ἐόντων πολιητέων τὰ τέκνα καὶ τὰς γυναῖκας ὁ Πολυκράτης ἐς τοὺς νεωσοίκους συνειλήσας εἶχε ἑτοίμους, ἢν ἄρα προδιδῶσι οὗτοι πρὸς τοὺς κατιόντας, ὑποπρῆσαι αὐτοῖσι τοῖσι νεωσοίκοισι. [3.46.1] ἐπείτε δὲ οἱ ἐξελασθέντες Σαμίων ὑπὸ Πολυκράτεος ἀπίκοντο ἐς τὴν Σπάρτην, καταστάντες ἐπὶ τοὺς ἄρχοντας ἔλεγον πολλὰ οἷα κάρτα δεόμενοι. οἱ δέ σφι τῇ πρώτῃ καταστάσι ὑπεκρίναντο τὰ μὲν πρῶτα λεχθέντα ἐπιλεληθέναι, τὰ δὲ ὕστερα οὐ συνιέναι. [3.46.2] μετὰ δὲ ταῦτα δεύτερα καταστάντες ἄλλο μὲν εἶπον οὐδέν, θύλακον δὲ φέροντες ἔφασαν τὸν θύλακον ἀλφίτων δέεσθαι. οἱ δέ σφι ὑπεκρίναντο τῷ θυλάκῳ περιεργάσθαι· βοηθέειν δ᾽ ὦν ἔδοξε αὐτοῖσι. [3.47.1] καὶ ἔπειτα παρασκευασάμενοι ἐστρατεύοντο Λακεδαιμόνιοι ἐπὶ Σάμον, ὡς μὲν Σάμιοι λέγουσι, εὐεργεσίας ἐκτίνοντες, ὅτι σφι πρότεροι αὐτοὶ νηυσὶ ἐβοήθησαν ἐπὶ Μεσσηνίους, ὡς δὲ Λακεδαιμόνιοι λέγουσι, οὐκ οὕτω τιμωρῆσαι δεομένοισι Σαμίοισι ἐστρατεύοντο ὡς τείσασθαι βουλόμενοι τοῦ κρητῆρος τῆς ἁρπαγῆς, τὸν ἦγον Κροίσῳ, καὶ τοῦ θώρηκος, τὸν αὐτοῖσι Ἄμασις ὁ Αἰγύπτου βασιλεὺς ἔπεμψε δῶρον. [3.47.2] καὶ γὰρ θώρηκα ἐληίσαντο τῷ προτέρῳ ἔτεϊ ἢ τὸν κρητῆρα οἱ Σάμιοι, ἐόντα μὲν λίνεον καὶ ζῴων ἐνυφασμένων συχνῶν, κεκοσμημένον δὲ χρυσῷ καὶ εἰρίοισι ἀπὸ ξύλου· [3.47.3] τῶν δὲ εἵνεκα θωμάσαι ἄξιον, ἁρπεδόνη ἑκάστη τοῦ θώρηκος ποιέει· ἐοῦσα γὰρ λεπτὴ ἔχει ἁρπεδόνας ἐν ἑωυτῇ τριηκοσίας καὶ ἑξήκοντα, πάσας φανεράς. τοιοῦτος ἕτερός ἐστι καὶ τὸν ἐν Λίνδῳ ἀνέθηκε τῇ Ἀθηναίῃ Ἄμασις. [3.48.1] συνεπελάβοντο δὲ τοῦ στρατεύματος τοῦ ἐπὶ Σάμον ὥστε γενέσθαι καὶ Κορίνθιοι προθύμως· ὕβρισμα γὰρ καὶ ἐς τούτους εἶχε ἐκ τῶν Σαμίων γενόμενον γενεῇ πρότερον τοῦ στρατεύματος τούτου, κατὰ δὲ τὸν αὐτὸν χρόνον τοῦ κρητῆρος τῇ ἁρπαγῇ γεγονός. [3.48.2] Κερκυραίων γὰρ παῖδας τριηκοσίους ἀνδρῶν τῶν πρώτων Περίανδρος ὁ Κυψέλου ἐς Σάρδις ἀπέπεμψε παρὰ Ἀλυάττεα ἐπ᾽ ἐκτομῇ· προσσχόντων δὲ ἐς τὴν Σάμον τῶν ἀγόντων τοὺς παῖδας Κορινθίων, πυθόμενοι οἱ Σάμιοι τὸν λόγον, ἐπ᾽ οἷσι ἀγοίατο ἐς Σάρδις, πρῶτα μὲν τοὺς παῖδας ἐδίδαξαν ἱροῦ ἅψασθαι Ἀρτέμιδος, [3.48.3] μετὰ δὲ οὐ περιορῶντες ἀπέλκειν τοὺς ἱκέτας ἐκ τοῦ ἱροῦ, σιτίων δὲ τοὺς παῖδας ἐργόντων τῶν Κορινθίων, ἐποιήσαντο οἱ Σάμιοι ὁρτήν, τῇ καὶ νῦν ἔτι χρέωνται κατὰ ταὐτά. νυκτὸς γὰρ ἐπιγενομένης, ὅσον χρόνον ἱκέτευον οἱ παῖδες, ἵστασαν χοροὺς παρθένων τε καὶ ἠιθέων, ἱστάντες δὲ τοὺς χοροὺς τρωκτὰ σησάμου τε καὶ μέλιτος ἐποιήσαντο νόμον φέρεσθαι, ἵνα ἁρπάζοντες οἱ τῶν Κερκυραίων παῖδες ἔχοιεν τροφήν. [3.48.4] ἐς τοῦτο δὲ τόδε ἐγίνετο, ἐς ὃ οἱ Κορίνθιοι τῶν παίδων οἱ φύλακοι οἴχοντο ἀπολιπόντες· τοὺς δὲ παῖδας ἀπήγαγον ἐς Κέρκυραν οἱ Σάμιοι. [3.49.1] εἰ μέν νυν Περιάνδρου τελευτήσαντος τοῖσι Κορινθίοισι φίλια ἦν πρὸς τοὺς Κερκυραίους, οἱ δὲ οὐκ ἂν συνελάβοντο τοῦ στρατεύματος τοῦ ἐπὶ Σάμον ταύτης εἵνεκεν τῆς αἰτίης. νῦν δὲ αἰεὶ ἐπείτε ἔκτισαν τὴν νῆσον εἰσὶ ἀλλήλοισι διάφοροι †ἐόντες† ἑωυτοῖσι. [3.49.2] τούτων ὦν εἵνεκεν ἀπεμνησικάκεον τοῖσι Σαμίοισι οἱ Κορίνθιοι. ἀπέπεμπε δὲ ἐς Σάρδις ἐπ᾽ ἐκτομῇ Περίανδρος τῶν πρώτων Κερκυραίων ἐπιλέξας τοὺς παῖδας τιμωρεύμενος· πρότεροι γὰρ οἱ Κερκυραῖοι ἦρξαν ἐς αὐτὸν πρῆγμα ἀτάσθαλον ποιήσαντες. [3.50.1] ἐπείτε γὰρ τὴν ἑωυτοῦ γυναῖκα Μέλισσαν Περίανδρος ἀπέκτεινε, συμφορὴν τοιήνδε οἱ ἄλλην συνέβη πρὸς τῇ γεγονυίῃ γενέσθαι· ἦσάν οἱ ἐκ Μελίσσης δύο παῖδες, ἡλικίην ὁ μὲν ἑπτακαίδεκα, ὁ δὲ ὀκτωκαίδεκα ἔτεα γεγονώς. [3.50.2] τούτους ὁ μητροπάτωρ Προκλέης, ἐὼν Ἐπιδαύρου τύραννος, μεταπεμψάμενος παρ᾽ ἑωυτὸν ἐφιλοφρονέετο, ὡς οἰκὸς ἦν θυγατρὸς ἐόντας τῆς ἑωυτοῦ παῖδας. ἐπείτε δέ σφεας ἀπεπέμπετο, εἶπε προπέμπων αὐτούς· [3.50.3] Ἆρα ἴστε, ὦ παῖδες, ὃς ὑμέων τὴν μητέρα ἀπέκτεινε; τοῦτο τὸ ἔπος ὁ μὲν πρεσβύτερος αὐτῶν ἐν οὐδενὶ λόγῳ ἐποιήσατο· ὁ δὲ νεώτερος, τῷ οὔνομα ἦν Λυκόφρων, ἤλγησε ἀκούσας οὕτω ὥστε ἀπικόμενος ἐς τὴν Κόρινθον ἅτε φονέα τῆς μητρὸς τὸν πατέρα οὔτε προσεῖπε, διαλεγομένῳ τε οὔ τι προσδιελέγετο ἱστορέοντί τε λόγον οὐδένα ἐδίδου. τέλος δέ μιν περιθύμως ἔχων ὁ Περίανδρος ἐξελαύνει ἐκ τῶν οἰκίων. [3.51.1] ἐξελάσας δὲ τοῦτον ἱστόρεε τὸν πρεσβύτερον τά σφι ὁ μητροπάτωρ διελέχθη. ὁ δέ οἱ ἀπηγέετο ὥς σφεας φιλοφρόνως ἐδέξατο, ἐκείνου δὲ τοῦ ἔπεος τό σφι ὁ Προκλέης ἀποστέλλων εἶπε, ἅτε οὐ νόῳ λαβών, οὐκ ἐμέμνητο. Περίανδρος δὲ οὐδεμίαν μηχανὴν ἔφη εἶναι μὴ οὔ σφι ἐκεῖνον ὑποθέσθαι τι, ἐλιπάρεέ τε ἱστορέων. ὁ δὲ ἀναμνησθεὶς εἶπε καὶ τοῦτο. [3.51.2] Περίανδρος δὲ νόῳ λαβὼν [καὶ τοῦτο] καὶ μαλακὸν ἐνδιδόναι βουλόμενος οὐδέν, τῇ ὁ ἐξελασθεὶς ὑπ᾽ αὐτοῦ παῖς δίαιταν ἐποιέετο, ἐς τούτους πέμπων ἄγγελον ἀπηγόρευε μή μιν δέκεσθαι οἰκίοισι. [3.51.3] ὁ δὲ ὅκως ἀπελαυνόμενος ἔλθοι ἐς ἄλλην οἰκίην, ἀπηλαύνετ᾽ ἂν καὶ ἀπὸ ταύτης, ἀπειλέοντός τε τοῦ Περιάνδρου τοῖσι δεξαμένοισι καὶ ἐξέργειν κελεύοντος. ἀπελαυνόμενος δ᾽ ἂν ἤιε ἐπ᾽ ἑτέρην τῶν ἑταίρων· οἱ δὲ ἅτε Περιάνδρου ἐόντα παῖδα, καίπερ δειμαίνοντες, ὅμως ἐδέκοντο. [3.52.1] τέλος δὲ ὁ Περίανδρος κήρυγμα ἐποιήσατο, ὃς ἂν ἢ οἰκίοισι ὑποδέξηταί μιν ἢ προσδιαλεχθῇ, ἱρὴν ζημίην τοῦτον τῷ Ἀπόλλωνι ὀφείλειν, ὅσην δὴ εἴπας. [3.52.2] πρὸς ὦν δὴ τοῦτο τὸ κήρυγμα οὔτε τίς οἱ διαλέγεσθαι οὔτε οἰκίοισι δέκεσθαι ἤθελε· πρὸς δὲ οὐδὲ αὐτὸς ἐκεῖνος ἐδικαίου πειρᾶσθαι ἀπειρημένου, ἀλλὰ διακαρτερέων ἐν τῇσι στοιῇσι ἐκαλινδέετο. [3.52.3] τετάρτῃ δὲ ἡμέρῃ ἰδών μιν ὁ Περίανδρος ἀλουσίῃσί τε καὶ ἀσιτίῃσι συμπεπτωκότα οἴκτιρε· ὑπεὶς δὲ τῆς ὀργῆς ἤιε ἆσσον καὶ ἔλεγε· Ὦ παῖ, κότερα τούτων αἱρετώτερά ἐστι, ταῦτα τὰ νῦν ἔχων πρήσσεις, ἢ τὴν τυραννίδα καὶ ‹τὰ› ἀγαθὰ τὰ νῦν ἐγὼ ἔχω, ταῦτα ἐόντα τῷ πατρὶ ἐπιτήδεον παραλαμβάνειν; [3.52.4] ὃς ἐὼν ἐμός τε παῖς καὶ Κορίνθου τῆς εὐδαίμονος βασιλεὺς ἀλήτην βίον εἵλευ, ἀντιστατέων τε καὶ ὀργῇ χρεώμενος ἐς τόν σε ἥκιστα ἐχρῆν. εἰ γάρ τις συμφορὴ ἐν αὐτοῖσι γέγονε, ἐξ ἧς ὑποψίην ἐς ἐμὲ ἔχεις, ἐμοί τε αὕτη γέγονε καὶ ἐγὼ αὐτῆς τὸ πλεῦν μέτοχός εἰμι, ὅσῳ αὐτός σφεα ἐξεργασάμην. [3.52.5] σὺ δὲ μαθὼν ὅσῳ φθονέεσθαι κρέσσον ἐστὶ ἢ οἰκτίρεσθαι, ἅμα τε ὁκοῖόν τι ἐς τοὺς τοκέας καὶ ἐς τοὺς κρέσσονας τεθυμῶσθαι, ἄπιθι ἐς τὰ οἰκία. [3.52.6] Περίανδρος μὲν τούτοισι αὐτὸν κατελάμβανε, ὁ δὲ ἄλλο μὲν οὐδὲν ἀμείβεται τὸν πατέρα, ἔφη δέ μιν ἱρὴν ζημίην ὀφείλειν τῷ θεῷ ἑωυτῷ ἐς λόγους ἀπικόμενον. μαθὼν δὲ ὁ Περίανδρος ὡς ἄπορόν τι τὸ κακὸν εἴη τοῦ παιδὸς καὶ ἀνίκητον, ἐξ ὀφθαλμῶν μιν ἀποπέμπεται στείλας πλοῖον ἐς Κέρκυραν· ἐπεκράτεε γὰρ καὶ ταύτης. [3.52.7] ἀποστείλας δὲ τοῦτον ὁ Περίανδρος ἐστρατεύετο ἐπὶ τὸν πενθερὸν Προκλέα, ὡς τῶν παρεόντων οἱ πρηγμάτων ἐόντα αἰτιώτατον, καὶ εἷλε μὲν τὴν Ἐπίδαυρον, εἷλε δὲ αὐτὸν Προκλέα καὶ ἐζώγρησε. [3.53.1] ἐπεὶ δὲ τοῦ χρόνου προβαίνοντος ὅ [τε] Περίανδρος παρηβήκεε καὶ συνεγινώσκετο ἑωυτῷ οὐκέτι εἶναι δυνατὸς τὰ πρήγματα ἐπορᾶν τε καὶ διέπειν, πέμπων ἐς τὴν Κέρκυραν ἀπεκάλεε τὸν Λυκόφρονα ἐπὶ τὴν τυραννίδα· ἐν γὰρ δὴ τῷ πρεσβυτέρῳ τῶν παίδων οὐκ ἐνώρα, ἀλλά οἱ κατεφαίνετο εἶναι νωθέστερος. [3.53.2] ὁ δὲ Λυκόφρων οὐδὲ ἀνακρίσιος ἠξίωσε τὸν φέροντα τὴν ἀγγελίην. Περίανδρος δὲ περιεχόμενος τοῦ νεηνίεω δεύτερα ἀπέστειλε ἐπ᾽ αὐτὸν τὴν ἀδελφεήν, ἑωυτοῦ δὲ θυγατέρα, δοκέων μιν μάλιστα ταύτης ἂν πείθεσθαι. [3.53.3] ἀπικομένης δὲ ταύτης καὶ λεγούσης· Ὦ παῖ, βούλεαι τήν τε τυραννίδα ἐς ἄλλους πεσεῖν καὶ τὸν οἶκον τοῦ πατρὸς διαφορηθέντα μᾶλλον ἢ αὐτός σφεα ἀπελθὼν ἔχειν; ἄπιθι ἐς τὰ οἰκία, παῦσαι σεωυτὸν ζημιῶν. [3.53.4] ἡ φιλοτιμίη κτῆμα σκαιόν· μὴ τῷ κακῷ τὸ κακὸν ἰῶ. πολλοὶ τῶν δικαίων τὰ ἐπιεικέστερα προτιθεῖσι. πολλοὶ δὲ ἤδη τὰ μητρώια διζήμενοι τὰ πατρώια ἀπέβαλον. τυραννὶς χρῆμα σφαλερόν, πολλοὶ δὲ αὐτῆς ἐρασταί εἰσι, ὁ δὲ γέρων τε ἤδη καὶ παρηβηκώς· μὴ δῷς τὰ σεωυτοῦ ἀγαθὰ ἄλλοισι. [3.53.5] ἡ μὲν δὴ τὰ ἐπαγωγότατα διδαχθεῖσα ὑπὸ τοῦ πατρὸς ἔλεγε πρὸς αὐτόν, ὁ δὲ ὑποκρινόμενος ἔφη οὐδαμὰ ἥξειν ἐς Κόρινθον, ἔστ᾽ ἂν πυνθάνηται περιεόντα τὸν πατέρα. [3.53.6] ἀπαγγειλάσης δὲ ταύτης ταῦτα τὸ τρίτον Περίανδρος κήρυκα πέμπει βουλόμενος αὐτὸς μὲν ἐς Κέρκυραν ἥκειν, ἐκεῖνον δὲ ἐκέλευε ἐς Κόρινθον ἀπικόμενον διάδοχον γίνεσθαι τῆς τυραννίδος. [3.53.7] καταινέσαντος δ᾽ ἐπὶ τούτοισι τοῦ παιδὸς ὁ μὲν Περίανδρος ἐστέλλετο ἐς τὴν Κέρκυραν, ὁ δὲ παῖς [οἱ] ἐς τὴν Κόρινθον. μαθόντες δὲ οἱ Κερκυραῖοι τούτων ἕκαστα, ἵνα μή σφι Περίανδρος ἐς τὴν χώρην ἀπίκηται, κτείνουσι τὸν νεηνίσκον. ἀντὶ τούτων μὲν Περίανδρος Κερκυραίους ἐτιμωρέετο.

[3.39.1] Ωστόσο, ο Καμβύσης έκανε την εκστρατεία του κατά της Αιγύπτου, έκαναν και οι Λακεδαιμόνιοι εκστρατεία κατά της Σάμου και του Πολυκράτη, γιου του Αιάκη, ο οποίος έκανε κίνημα και κατέλαβε την εξουσία στη Σάμο. [3.39.2] Και στην αρχή χώρισε την πόλη στα τρία και τη μοιράστηκε με τους αδελφούς του, τον Παντάγνωτο και τον Συλοσώντα, ύστερα όμως σκότωσε τον πρώτο, έδιωξε τον νεότερο, τον Συλοσώντα, και πήρε όλη τη Σάμο, και έχοντας φιλία και συμμαχία με τον Άμαση, τον βασιλιά της Αιγύπτου, του έστελνε δώρα και έπαιρνε και από αυτόν. [3.39.3] Πολύ σύντομα η δύναμη του Πολυκράτη αυξήθηκε και έγινε διαβόητη στην Ιωνία και στην υπόλοιπη Ελλάδα· γιατί όπου και αν κινούσε εκστρατεία ο Πολυκράτης, σημείωνε επιτυχία. Είχε εκατό πεντηκοντόρους και χίλιους τοξότες. [3.39.4] Έπιανε και λήστευε τους πάντες, χωρίς να κάνει διάκριση για κανέναν· γιατί έλεγε ότι θα έκανε μεγαλύτερη χάρη στον φίλο αν του έδινε πίσω όσα του είχε πάρει παρά αν εξαρχής δεν του έπαιρνε τίποτε. Είχε καταλάβει πολλά νησιά και πολλές πόλεις στη στεριά. Νίκησε μάλιστα σε ναυμαχία και τους Λεσβίους που βοηθούσαν με όλες τους τις δυνάμεις τους Μιλησίους και που έσκαψαν δεμένοι όλη την τάφρο γύρω στο τείχος της Σάμου.
[3.40.1] Με τον τρόπο του τώρα ο Άμασις δεν αγνοούσε τις μεγάλες προόδους του Πολυκράτη και τις παρακολουθούσε προσεκτικά. Και καθώς η επιτυχία του Πολυκράτη όλο και μεγάλωνε, γράφει ο Άμασις γραφή με τούτα τα λόγια και τη στέλνει στη Σάμο: «Ο Άμασις λέει στον Πολυκράτη τα εξής: [3.40.2] είναι βέβαια ευχάριστο να μαθαίνει κανείς ότι ο φίλος και σύμμαχός του προκόβει, αλλά εμένα οι μεγάλες σου επιτυχίες δεν μου αρέσουν, γιατί γνωρίζω πόσο φθονεροί είναι οι θεοί. Γι᾽ αυτό κι εγώ θα ήθελα κατά κάποιον τρόπο, και για μένα τον ίδιο και γι᾽ αυτούς που νοιάζομαι, τα πράγματα να πηγαίνουν άλλοτε καλά, άλλοτε ανάποδα, και έτσι να περάσω τη ζωή μου, με εναλλαγές και σκαμπανεβάσματα και όχι με συνεχή ευτυχία. [3.40.3] Γιατί απ᾽ όσα ξέρω κι έχω ακούσει, ώς τώρα δεν υπήρξε άνθρωπος ευτυχισμένος σε όλα, που στο τέλος να μην κατέληξε στην καταστροφή. Άκουσέ με λοιπόν και κάνε το εξής μπροστά στην τόση ευτυχία σου: [3.40.4] σκέψου και βρες τί είναι εκείνο που αξίζει το πιο πολύ για σένα και που αν το χάσεις η ψυχή σου θα πονέσει πολύ βαθιά, και πέταξέ το με τρόπο όπου να μην ξαναφανεί στον κόσμο. Και αν ύστερα απ᾽ αυτό, χαρές και λύπες δεν σε βρίσκουν ανάκατες, πορέψου με τον τρόπο που σου υποδείχνω».
[3.41.1] Τα διάβασε αυτά ο Πολυκράτης, σκέφτηκε ότι ήταν σωστή η συμβουλή του Άμαση, και έπιασε να εξετάζει ποιός από τους θησαυρούς του θα του πλήγωνε την ψυχή πιο πολύ αν τον έχανε· και εξετάζοντας κατέληξε στο εξής: είχε και φορούσε ένα δαχτυλίδι χρυσόδετο, ένα σμαράγδι, που ήταν έργο του Θεόδωρου του Σάμιου, γιου του Τηλεκλή, [3.41.2] κι αυτό αποφάσισε ο Πολυκράτης να πετάξει, οπότε έκανε το εξής: επιβιβάστηκε σε μια πεντηκόντορο μαζί με το πλήρωμά της και ύστερα πρόσταξε να ανοιχτούν στο πέλαγος, και όταν απομακρύνθηκαν από το νησί, μπροστά στα μάτια όλων όσοι βρίσκονταν στο πλοίο, βγάζει το δαχτυλίδι και το ρίχνει στη θάλασσα. Μόλις το έκανε αυτό, απέπλευσε, και όταν γύρισε στο σπίτι του βάλθηκε να θρηνεί.
[3.42.1] Ωστόσο, πέντε–έξι ημέρες ύστερα απ᾽ αυτό το γεγονός, του έτυχε του Πολυκράτη το εξής: κάποιος ψαράς έπιασε ένα πολύ μεγάλο και καλό ψάρι και θεώρησε ότι αξίζει να το δώσει δώρο στον Πολυκράτη· το πήρε λοιπόν και το πήγε στην πόρτα του Πολυκράτη και είπε ότι ήθελε να τον δει αυτοπροσώπως, και όταν του το επέτρεψαν, είπε στον Πολυκράτη δίνοντάς του το ψάρι: [3.42.2] «Βασιλιά μου, όταν έπιασα τούτο το ψάρι, δεν το θεώρησα πρέπον να το πάω στην αγορά, κι ας είμαι βιοπαλαιστής, μόνο στοχάστηκα ότι είναι άξιο για του λόγου σου και για την αφεντιά σου· σου το έφερα λοιπόν και σου το παραδίνω». Ο Πολυκράτης τώρα ευχαριστήθηκε μ᾽ αυτά τα λόγια και απάντησε με τα εξής: «Έκανες πολύ καλά και σ᾽ ευχαριστώ διπλά, και για τα λόγια σου και για το δώρο· και σε καλώ σε δείπνο». [3.42.3] Ο ψαράς το θεώρησε μεγάλη τιμή του και κίνησε για το σπίτι του· από την άλλη, πιάνουν οι υπηρέτες να τεμαχίσουν το ψάρι, και μέσα στην κοιλιά του βρίσκουν το δαχτυλίδι του Πολυκράτη. [3.42.4] Μόλις το είδαν, το πήραν γρήγορα και το πήγαν στον Πολυκράτη γεμάτοι χαρά, και δίνοντάς του το δαχτυλίδι, του είπαν πώς βρέθηκε. Εκείνος πίστεψε ότι το πράγμα αυτό ήταν από θεού, και πιάνει και γράφει γράμμα, όσα έκανε και όσα του έτυχαν, και στέλνει το γράμμα στην Αίγυπτο.
[3.43.1] Διαβάζοντας ο Άμασις το γράμμα που είχε φτάσει από τον Πολυκράτη, κατάλαβε ότι είναι αδύνατον άνθρωπος να απαλλάξει άλλον άνθρωπο απ᾽ ό,τι του μέλλεται, και ότι ο Πολυκράτης δεν επρόκειτο να έχει καλό τέλος αφού ήταν σε όλα τυχερός, τόσο όπου να βρίσκει ακόμη κι εκείνα που πετάει. [3.43.2] Έστειλε λοιπόν κήρυκα στην Σάμο για να πει ότι διαλύεται η φιλία. Και το έκανε αυτό για τον εξής λόγο, για να μη βρει τον Πολυκράτη καμιά φοβερή κακοτυχία, και πονέσει και του ίδιου η ψυχή για άνθρωπο που θα ήταν φίλος του.
[3.44.1] Ενάντια λοιπόν σ᾽ αυτόν τον Πολυκράτη έκαναν εκστρατεία οι Λακεδαιμόνιοι ύστερα από παράκληση των Σαμίων εκείνων που αργότερα ίδρυσαν την Κυδωνία στην Κρήτη. Όταν ο Καμβύσης, ο γιος του Κύρου, μάζευε στρατό για την Αίγυπτο, ο Πολυκράτης τού έστειλε κρυφά κήρυκα και του ζήτησε να στείλει και σ᾽ αυτόν, στη Σάμο, να ζητήσει στρατό. [3.44.2] Όταν το άκουσε αυτό ο Καμβύσης, έστειλε πρόθυμα στη Σάμο να ζητήσει από τον Πολυκράτη να του στείλει μαζί του στρατό και ναυτικό κατά της Αιγύπτου. Όσο για τον Πολυκράτη, διάλεξε από τους πολίτες όσους υποπτευόταν περισσότερο ότι μπορούσαν να κάνουν επανάσταση, και τους ξαπόστειλε με σαράντα τριήρεις παραγγέλνοντας στον Καμβύση να μην τους στείλει πίσω.
[3.45.1] Άλλοι λοιπόν λένε ότι οι Σάμιοι που ξαπόστειλε ο Πολυκράτης δεν έφτασαν στην Αίγυπτο, αλλά όταν αρμενίζοντας βρέθηκαν στην Κάρπαθο, έκαναν συμβούλιο και θεώρησαν καλό να μην προχωρήσουν άλλο· άλλοι πάλι λένε ότι οι Σάμιοι έφτασαν στην Αίγυπτο, απ᾽ όπου και δραπέτευσαν, αν και τους φρουρούσαν. [3.45.2] Κατέπλευσαν στη Σάμο και ο Πολυκράτης βγήκε εναντίον τους με πλοία και δόθηκε μάχη· νίκησαν οι ερχόμενοι και αποβιβάστηκαν στο νησί, αλλά έδωσαν μάχη στη στεριά, όπου νικήθηκαν, και τότε σαλπάρισαν για τη Λακεδαίμονα. [3.45.3] Υπάρχουν και άλλοι που λένε ότι αυτοί που έρχονταν από την Αίγυπτο, νίκησαν τον Πολυκράτη, αλλά αυτό που λένε, εμένα δεν μου φαίνεται σωστό. Γιατί δεν θα είχαν ανάγκη να επικαλεστούν τους Λακεδαιμονίους αν ήταν ικανοί να τα βγάλουν μόνοι τους πέρα με τον Πολυκράτη. Εξάλλου, δεν είναι καθόλου λογικό ο Πολυκράτης, που είχε τόσο μεγάλο πλήθος μισθοφόρους δικούς του τοξότες, να νικηθεί από τους Σαμίους που πήγαν εκεί και που ήταν τόσο λίγοι. [3.45.4] Ο Πολυκράτης μάλιστα είχε μαζέψει στον ναύσταθμο τα παιδιά και τις γυναίκες των πολιτών που είχε στην εξουσία του, και ήταν έτοιμος, αν αυτοί τον πρόδιναν και πήγαιναν με τους άλλους, να βάλει φωτιά στον ναύσταθμο και να κάψει τα γυναικόπαιδα.
[3.46.1] Οι Σάμιοι οι διωγμένοι από τον Πολυκράτη, όταν έφτασαν στην Σπάρτη, παρουσιάστηκαν μπροστά στους άρχοντες και τους μίλησαν με πολλά λόγια για τη μεγάλη τους ανάγκη. Οι άρχοντες ωστόσο, στην πρώτη τους σύσκεψη, απάντησαν ότι τα πρώτα που είχαν πει οι Σάμιοι τα ξέχασαν, και δεν μπορούσαν να καταλάβουν τα τελευταία. [3.46.2] Ύστερα απ᾽ αυτό οι Σάμιοι επανήλθαν και έγινε δεύτερη συνάντηση, όπου οι Σάμιοι κρατούσαν ένα σακί, και άλλο δεν είπαν παρά μόνο ότι το σακί χρειαζόταν αλεύρι. Τότε οι άρχοντες τους απάντησαν ότι το «σακί» ήταν περιττό· ωστόσο αποφάσισαν να τους βοηθήσουν.
[3.47.1] Στη συνέχεια, οι Λακεδαιμόνιοι έκαναν τις ετοιμασίες τους και κίνησαν εκστρατεία κατά της Σάμου, σε ανταπόδοση ευεργεσίας, καθώς λένε οι Σάμιοι, επειδή αυτοί παλιότερα είχαν με πλοία βοηθήσει τους Λακεδαιμονίους κατά των Μεσσηνίων, αλλά όπως λένε οι Λακεδαιμόνιοι, δεν έκαναν την εκστρατεία τόσο για να βοηθήσουν τους Σαμίους στην ανάγκη τους όσο επειδή ήθελαν να εκδικηθούν για την αρπαγή του κρατήρα που έστελναν στον Κροίσο και για τον θώρακα που τους είχε στείλει δώρο ο Άμασις, ο βασιλιάς της Αιγύπτου. [3.47.2] Πράγματι, ένα χρόνο πριν από τον κρατήρα, οι Σάμιοι είχαν κλέψει τον θώρακα, που ήταν λινός, κεντημένος με πολλές εικόνες και στολισμένος με χρυσάφι και με νήματα από μπαμπάκι, [3.47.3] ενώ εκείνο που τον κάνει αξιοθαύμαστο, είναι η καθεμιά από τις κλωστές του: είναι λεπτή, και όμως αποτελείται από τριακόσιες εξήντα κλωστές, όλες φανερές. Ίδιος είναι και ο άλλος που αφιέρωσε ο Άμασις στην Αθηνά της Λίνδου.
[3.48.1] Στην πραγματοποίηση της εκστρατείας κατά της Σάμου πήραν πρόθυμα μέρος και οι Κορίνθιοι· γιατί μια γενιά πριν από τούτη την εκστρατεία οι Σάμιοι τους είχαν προσβάλει και αυτούς, γεγονός που συνέβη την ίδια εποχή με την αρπαγή του κρατήρα. [3.48.2] Δηλαδή, ο Περίανδρος, ο γιος του Κυψέλου, έστειλε τότε στον Αλυάττη στις Σάρδεις τριακόσιους γιους έγκριτων Κερκυραίων για να τους ευνουχίσουν· και όταν οι Κορίνθιοι που συνόδευαν τα παιδιά, προσορμίστηκαν στη Σάμο, μαθαίνοντας οι Σάμιοι τον λόγο, γιατί τα πήγαιναν στις Σάρδεις, πρώτα δασκάλεψαν τα παιδιά να καταφύγουν στο ιερό της Άρτεμης [3.48.3] και ύστερα δεν άφηναν τους άλλους να τραβήξουν τους ικέτες από το ιερό, και όταν οι Κορίνθιοι εμπόδιζαν τα παιδιά στο ζήτημα της τροφής, οι Σάμιοι οργάνωσαν εορτή που και σήμερα ακόμη την τελούν με τον ίδιο τρόπο· δηλαδή, όσον καιρό τα παιδιά έμειναν ικέτες, μόλις νύχτωνε, οι Σάμιοι έστηναν χορούς παρθένων και νεαρών, και καθιέρωσαν το έθιμο να φέρνουν, όσο κρατούσαν οι χοροί, γλυκίσματα από σουσάμι και μέλι, για να μπορούν ν᾽ αρπάζουν οι γιοι των Κερκυραίων και έτσι να έχουν τροφή. [3.48.4] Και αυτό κράτησε ώσπου οι Κορίνθιοι, οι φρουροί των παιδιών, έφυγαν και τα άφησαν· όσο για τα παιδιά, οι Σάμιοι τα πήγαν πίσω στην Κέρκυρα.
[3.49.1] Ο Περίανδρος είχε πεθάνει, και αν οι σχέσεις τους με τους Κερκυραίους ήταν φιλικές, οι Κορίνθιοι δεν επρόκειτο γι᾽ αυτή την αιτία να πάνε να βοηθήσουν στην εκστρατεία κατά της Σάμου. Αυτοί όμως ανέκαθεν, αφότου ακόμη αποίκισαν το νησί, τρώγονται μεταξύ τους. [3.49.2] Ο λόγος λοιπόν που οι Κορίνθιοι μνησικακούσαν κατά των Σαμίων, ήταν ότι ο Περίανδρος είχε διαλέξει τους γιους των εγκρίτων Κερκυραίων και τους είχε στείλει στις Σάρδεις να τους ευνουχίσουν για να τους εκδικηθεί, επειδή οι Κερκυραίοι άρχισαν πρώτοι κάνοντας σε βάρος του πράγμα τρομερό.
[3.50.1] Όταν δηλαδή ο Περίανδρος σκότωσε τη γυναίκα του τη Μέλισσα, εκτός από αυτή τη συμφορά που τον βρήκε, του έτυχε κι άλλη από πάνω· ο Περίανδρος είχε από τη Μέλισσα δύο γιους, ο ένας ήταν δεκαεπτά χρονών, ο άλλος δεκαοκτώ. [3.50.2] Ο παππούς των παιδιών από τη μητέρα τους, ο Προκλής, τύραννος της Επιδαύρου, τα κάλεσε κοντά του να τα φιλοξενήσει, όπως ήταν φυσικό, μιας και ήταν παιδιά της κόρης του. Και όταν τα έστειλε πίσω, τους είπε καθώς τα ξεπροβόδιζε: [3.50.3] «Ξέρετε άραγε, παιδιά μου, ποιός σκότωσε τη μητέρα σας;» Τα λόγια αυτά το μεγαλύτερο από τα παιδιά δεν τα πρόσεξε καθόλου· ο μικρότερος όμως, Λυκόφρων τ᾽ όνομά του, πόνεσε τόσο ακούγοντάς τα ώστε, όταν έφτασε στην Κόρινθο, τον πατέρα του, σαν φονιάς της μητέρας του που ήταν, δεν τον χαιρέτησε, και όταν εκείνος του μιλούσε, αυτός δεν του έδινε απάντηση, και όταν του ζητούσε εξηγήσεις, δεν του έλεγε ούτε λέξη. Τελικά, ο Περίανδρος εξοργίστηκε και τον έδιωξε από το σπίτι.
[3.51.1] Όταν έδιωξε τον μικρότερο, ο Περίανδρος ρώτησε τον μεγαλύτερο τί κουβέντες τούς είχε κάνει ο παππούς τους. Κι εκείνος του αφηγήθηκε πόσο καλοσυνάτα τους είχε δεχτεί ο Προκλής, αλλά τα λόγια που τους είπε όταν τους ξεπροβόδιζε, καθώς το παιδί δεν τους είχε δώσει σημασία, δεν τα ανάφερε. Ο Περίανδρος όμως του είπε ότι δεν ήταν δυνατόν ο παππούς τους να μην τους είχε δώσει κάποια συμβουλή και τον ρωτούσε με παρακάλια. Τότε το παιδί θυμήθηκε κι εκείνα τα λόγια και τα είπε. [3.51.2] Όταν το έμαθε και αυτό ο Περίανδρος, μη θέλοντας να δείξει καμιά αδυναμία, έστειλε αγγελιαφόρο εκεί όπου έμενε ο γιος του που τον είχε διώξει, και απαγόρευσε στους ανθρώπους να τον φιλοξενούν στο σπίτι τους. Το έδιωχναν λοιπόν το παιδί από το ένα σπίτι, αυτό πήγαινε σε άλλο, το έδιωχναν και από εκεί, γιατί ο Περίανδρος απειλούσε αυτούς που θα το δέχονταν και τους πρόσταζε να μην του επιτρέπουν την είσοδο. [3.51.3] Διωγμένο το παιδί, πήγαινε στα σπίτια των φίλων του, από το ένα στο άλλο, και αυτοί, μόλο που φοβόνταν, όμως το δέχονταν αφού ήταν γιος του Περίανδρου.
[3.52.1] Τέλος, ο Περίανδρος έβγαλε ανακοίνωση ότι όποιος δεχόταν στο σπίτι του τον γιο του ή του μιλούσε, θα πλήρωνε στον Απόλλωνα ιερό πρόστιμο, ορισμένο ποσό. [3.52.2] Ύστερα απ᾽ αυτή την ανακοίνωση, κανένας πλέον δεν ήταν πρόθυμος να μιλήσει στο παιδί ή να το δεχτεί στο σπίτι του· εξάλλου, ούτε το ίδιο το παιδί θεώρησε σωστό να αποπειραθεί να κάνει κάτι απαγορευμένο, μόνο σερνόταν καρτερικά από τη μια στοά στην άλλη. [3.52.3] Ώσπου την τέταρτη ημέρα τον είδε ο Περίανδρος πώς είχε καταντήσει από την απλυσιά και την ασιτία, και τον λυπήθηκε· έδωσε τόπο στην οργή, τον πλησίασε και του είπε: «Παιδί μου, τί είναι προτιμότερο, να εξακολουθήσεις τη ζωή που κάνεις σήμερα, ή να είσαι υπάκουος στον πατέρα σου και να κληρονομήσεις την εξουσία και τα αγαθά που εγώ έχω σήμερα; [3.52.4] Είσαι γιος μου και βασιλόπουλο της πλούσιας Κορίνθου, και όμως διάλεξες τη ζωή του αλήτη και εναντιώνεσαι και φέρνεσαι με οργή σ᾽ αυτόν που λιγότερο θα έπρεπε να του κάνεις αυτά τα πράγματα. Γιατί αν μας βρήκε κάποια συμφορά, κι έχεις γι᾽ αυτήν υποψίες σε βάρος μου, με βρήκε κι εμένα αυτή η συμφορά, και μάλιστα με το παραπάνω, στον βαθμό που την προκάλεσα ο ίδιος· [3.52.5] κατάλαβε λοιπόν πόσο καλύτερο είναι να σε ζηλεύουν παρά να σε λυπούνται, και τί σημαίνει να οργίζεται κανείς με τους γονείς του και με τους δυνατότερούς του, και γύρνα στο σπίτι μας». [3.52.6] Μ᾽ αυτά τα λόγια προσπάθησε ο Περίανδρος να τον καλοπιάσει, αλλά ο γιος άλλο δεν απάντησε στον πατέρα παρά του είπε μόνο ότι έπρεπε να πληρώσει στον θεό το ιερό πρόστιμο επειδή του είχε απευθύνει τον λόγο. Κατάλαβε τότε ο Περίανδρος ότι το κακό με τον γιο του ήταν αξεπέραστο και ακατανίκητο, και τον έστειλε με πλοίο στην Κέρκυρα για να μην τον βλέπουν τα μάτια του: γιατί και αυτήν την είχε στην εξουσία του. [3.52.7] Και όταν ξαπόστειλε τον γιο του, ο Περίανδρος έκανε εκστρατεία κατά του πεθερού του Προκλή, θεωρώντας τον τον κυριότερο αίτιο για τα προβλήματα που του έτυχαν, και κατέλαβε την Επίδαυρο και τον Προκλή τον έπιασε ζωντανό, αιχμάλωτο.
[3.53.1] Καθώς όμως ο καιρός περνούσε και ο Περίανδρος γερνούσε και καταλάβαινε ότι δεν είναι πλέον ικανός να εποπτεύει ο ίδιος και να διευθύνει τα πράγματα, έστειλε στην Κέρκυρα και κάλεσε τον Λυκόφρονα να αναλάβει την εξουσία· γιατί τον μεγαλύτερό του γιο δεν τον θεωρούσε κατάλληλο, του φαινόταν αργόστροφος. [3.53.2] Αλλά ο Λυκόφρων δεν καταδέχτηκε καν να απαντήσει σ᾽ αυτόν που του είχε πάει την παραγγελία. Ο Περίανδρος όμως, που αγαπούσε ιδιαίτερα τον νεαρό, του έστειλε και δεύτερη παραγγελία, με την αδελφή του, τη δική του κόρη δηλαδή, πιστεύοντας ότι αυτήν ο γιος του θα την άκουγε περισσότερο. [3.53.3] Έφτασε λοιπόν εκείνη και του είπε: «Βρε παιδί μου, τί θέλεις δηλαδή, να πέσει σε άλλους η εξουσία, και ο οίκος του πατέρα μας να διαλυθεί, αντί να έρθεις εσύ και να τα πάρεις; Έλα στο σπίτι και πάψε να βλάφτεις τον εαυτό σου. [3.53.4] Το πείσμα είναι κακό πράγμα· μη θέλεις με κακό να διορθώσεις το κακό. Είναι πολλοί αυτοί που βάζουν τη λογική πάνω από τη δικαιοσύνη. Και πολλοί ώς τώρα που φρόντισαν υπερβολικά για τη μητέρα τους, έχασαν το έχει του πατέρα τους. Η τυραννίδα δεν είναι σταθερό πράγμα, είναι πολλοί οι μνηστήρες της, κι εκείνος είναι πια γέρος, τον πήραν τα χρόνια. Μη δώσεις σε άλλους τα αγαθά σου». [3.53.5] Δασκαλεμένη δηλαδή η αδελφή από τον πατέρα τους, του έλεγε ό,τι πιο κατάλληλο για να τον ελκύσει· εκείνος όμως της απάντησε και είπε ότι δεν επρόκειτο να πατήσει στην Κόρινθο όσο μάθαινε ότι ο πατέρας του είναι ζωντανός. [3.53.6] Όταν η κόρη του τού τα ανακοίνωσε αυτά, ο Περίανδρος στέλνει και τρίτον κήρυκα προσφερόμενος να εγκατασταθεί ο ίδιος στην Κέρκυρα και ζητώντας από τον γιο του να γυρίσει στην Κόρινθο και να τον διαδεχτεί στην τυραννίδα. [3.53.7] Ο γιος συγκατατέθηκε σ᾽ αυτό, και ετοιμαζόταν ο Περίανδρος για την Κέρκυρα και ο γιος για την Κόρινθο. Οι Κερκυραίοι όμως έμαθαν όλα τα σχετικά, και για να μην πάει ο Περίανδρος στον τόπο τους, σκοτώνουν τον νεαρό. Γι᾽ αυτό λοιπόν ο Περίανδρος θέλησε να τιμωρήσει τους Κερκυραίους.