Ϛ. ΑΠΟΝΟΙΑΣ [6.1] [Ἡ δὲ ἀπόνοιά ἐστιν ὑπομονὴ αἰσχρῶν ἔργων καὶ λόγων,] [6.2] ὁ δὲ ἀπονενοημένος τοιοῦτός τις, οἷος [ὀμόσαι ταχύ, ‹ἑκὼν› κακῶς ἀκοῦσαι, λοιδορηθῆναι δυναμένοις, τῷ ἤθει ἀγοραῖός τις καὶ ἀνασεσυρμένος καὶ παντοποιός. [6.3] ἀμέλει δυνατὸς καὶ] ὀρχεῖσθαι νήφων τὸν κόρδακα κοὐ προσωπεῖον ἔχων ‹οἷον› ἐν κωμικῷ χορῷ. [6.4] καὶ ἐν θαύμασι δὲ τοὺς χαλκοῦς ἐκλέγειν καθ᾽ ἕκαστον παριὼν καὶ μάχεσθαι τούτων τοῖς τὸ σύμβολον φέρουσι καὶ προῖκα θεωρεῖν ἀξιοῦσι. [6.5] δεινὸς δὲ καὶ πανδοκεῦσαι καὶ πορνοβοσκῆσαι καὶ τελωνῆσαι καὶ μηδεμίαν αἰσχρὰν ἐργασίαν ἀποδοκιμάσαι, ἀλλὰ κηρύττειν, μαγειρεύειν, κυβεύειν. [6.6] ‹καὶ› τὴν μητέρα μὴ τρέφειν, ἀπάγεσθαι κλοπῆς, τὸ δεσμωτήριον πλείω χρόνον οἰκεῖν ἢ τὴν αὑτοῦ οἰκίαν. [6.7] [καὶ οὗτος δ᾽ ἂν εἶναι δόξειεν τῶν περιισταμένων τοὺς ὄχλους καὶ προσκαλούντων, μεγάλῃ τῇ φωνῇ καὶ παρερρωγυίᾳ λοιδορουμένων καὶ διαλεγομένων πρὸς αὐτούς, καὶ μεταξὺ οἱ μὲν προσίασιν, οἱ δὲ ἀπίασι πρὶν ἀκοῦσαι αὐτοῦ, ἀλλὰ τοῖς μὲν τὴν ἀρχήν, τοῖς δὲ συλλαβήν, τοῖς δὲ μέρος τοῦ πράγματος λέγει, οὐκ ἄλλως θεωρεῖσθαι ἀξιῶν τὴν ἀπόνοιαν αὐτοῦ, ἢ ὅταν ᾖ πανήγυρις.] [6.8] ἱκανὸς δὲ καὶ δίκας τὰς μὲν φεύγειν, τὰς δὲ διώκειν, τὰς δὲ ἐξόμνυσθαι, ταῖς δὲ παρεῖναι ἔχων ἐχῖνον ἐν τῷ προκολπίῳ καὶ ὁρμαθοὺς γραμματειδίων ἐν ταῖς χερσίν. [6.9] οὐκ ἀποδοκιμάζειν δὲ οὐδ᾽ ἅμα πολλῶν ἀγοραίων στρατηγεῖν καὶ εὐθὺς τούτοις δανείζειν καὶ τῆς δραχμῆς τόκον τρία ἡμιωβέλια τῆς ἡμέρας πράττεσθαι καὶ ἐφοδεύειν τὰ μαγειρεῖα, τὰ ἰχθυοπώλια, τὰ ταριχοπώλια, καὶ τοὺς τόκους ἀπὸ τοῦ ἐμπολήματος εἰς τὴν γνάθον ἐκλέγειν. [6.10] [Ἐργώδεις δέ εἰσιν οἱ ‹τοιοῦτοι›, τὸ στόμα εὔλυτον ἔχοντες πρὸς λοιδορίαν καὶ φθεγγόμενοι μεγάλῃ τῇ φωνῇ, ὡς συνηχεῖν αὐτοῖς τὴν ἀγορὰν καὶ τὰ ἐργαστήρια.]
|