ΓΥ. Α’ εὖ γ᾽, ὦ γλυκυτάτη Πραξαγόρα, καὶ δεξιῶς.
πόθεν, ὦ τάλαινα, ταῦτ᾽ ἔμαθες οὕτω καλῶς;
ΠΡ. ἐν ταῖς φυγαῖς μετὰ τἀνδρὸς ᾤκησ᾽ ἐν πυκνί,
ἐκεῖ τ᾽ ἀκούουσ᾽ ἐξέμαθον τῶν ῥητόρων.
245ΓΥ. Α’ οὐκ ἐτὸς ἄρ᾽, ὦ μέλ᾽, ἦσθα δεινὴ καὶ σοφή·
καί σε στρατηγὸν αἱ γυναῖκες αὐτόθεν
αἱρούμεθ᾽, ἢν ταῦθ᾽ ἁπινοεῖς κατεργάσῃ.
ἀτὰρ ἢν Κέφαλός σοι λοιδορῆται προσφθαρείς,
πῶς ἀντερεῖς πρὸς αὐτὸν ἐν τἠκκλησίᾳ;
250ΠΡ. φήσω παραφρονεῖν αὐτόν. ΓΥ. Α’ ἀλλὰ τοῦτό γε
ἴσασι πάντες. ΠΡ. ἀλλὰ καὶ μελαγχολᾶν.
ΓΥ. Α’ καὶ τοῦτ᾽ ἴσασιν. ΠΡ. ἀλλὰ καὶ τὰ τρύβλια
κακῶς κεραμεύειν, τὴν δὲ πόλιν εὖ καὶ καλῶς.
ΓΥ. Α’ τί δ᾽ ἢν Νεοκλείδης ὁ γλάμων σε λοιδορῇ;
255ΠΡ. τοῦτῳ μὲν ‹ἂν› εἴποιμ᾽ ἐς κυνὸς πυγὴν ὁρᾶν.
ΓΥ. Α’ τί δ᾽, ἢν ὑποκρούωσίν σε; ΠΡ. προσκινήσομαι,
ἅτ᾽ οὐκ ἄπειρος οὖσα πολλῶν κρουμάτων.
ΓΥ. Α’ ἐκεῖνο μόνον ἄσκεπτον, ἤν σ᾽ οἱ τοξόται
ἕλκωσιν, ὅ τι δράσεις ποτ᾽. ΠΡ. ἐξαγκωνιῶ
260ὡδί· μέση γὰρ οὐδέποτε ληφθήσομαι.
ΓΥ. Α’ ἡμεῖς δέ γ᾽, ἢν αἴρωσ᾽, ἐᾶν κελεύσομεν.
ΓΥ. Β’ ταυτὶ μὲν ἡμῖν ἐντεθύμηται καλῶς.
ἐκεῖνο δ᾽ οὐ πεφροντίκαμεν, ὅτῳ τρόπῳ
τὰς χεῖρας αἴρειν μνημονεύσομεν τότε·
265εἰθισμέναι γάρ ἐσμεν αἴρειν τὰ σκέλη.
ΠΡ. χαλεπὸν τὸ πρᾶγμ᾽· ὅμως δὲ χειροτονητέον
ἐξωμισάσαις τὸν ἕτερον βραχίονα.
ἄγε νυν, ἀναστέλλεσθ᾽ ἄνω τὰ χιτώνια·
ὑποδεῖσθε δ᾽ ὡς τάχιστα τὰς Λακωνικάς,
270ὥσπερ τὸν ἄνδρ᾽ ἐθεᾶσθ᾽, ὅτ᾽ εἰς ἐκκλησίαν
μέλλοι βαδίζειν ἢ θύραζ᾽ ἑκάστοτε.
ἔπειτ᾽ ἐπειδὰν ταῦτα πάντ᾽ ἔχῃ καλῶς,
περιδεῖσθε τοὺς πώγωνας. ἡνίκ᾽ ἂν δέ γε
τούτους ἀκριβῶς ἦτε περιηρμοσμέναι,
275καὶ θαἰμάτια τἀνδρεῖα γ᾽ ἃ παρεκλέψατε
ἐπαναβάλησθε, κᾆτα ταῖς βακτηρίαις
ἐπερειδόμεναι βαδίζετ᾽ ᾄδουσαι μέλος
πρεσβυτικόν τι, τὸν τρόπον μιμούμεναι
τὸν τῶν ἀγροίκων. ΓΥ. Α’ εὖ λέγεις· ἡμεῖς δέ γε
280προΐωμεν αὐτῶν. καὶ γὰρ ἑτέρας οἴομαι
ἐκ τῶν ἀγρῶν ἐς τὴν πύκν᾽ ἥξειν ἄντικρυς
γυναῖκας. ΠΡ. ἀλλὰ σπεύσαθ᾽, ὡς εἴωθ᾽ ἐκεῖ
τοῖς μὴ παροῦσιν ὀρθρίοις ἐς τὴν πύκνα
ὑπαποτρέχειν ἔχουσι μηδὲ πάτταλον.
|