ΕΠΕΙΣΟΔΙΟΝ ΠΡΩΤΟΝ ΠΡ. Μενέλαε, τολμᾷς δείν᾽, ἅ σ᾽ οὐ τολμᾶν χρεών.
ΜΕΝΕΛΑΟΣ
ἄπελθε· λίαν δεσπόταισι πιστὸς εἶ.
305ΠΡ. καλόν γέ μοι τοὔνειδος ἐξωνείδισας.
ΜΕ. κλαίοις ἄν, εἰ πράσσοις ἃ μὴ πράσσειν σε δεῖ.
ΠΡ. οὐ χρῆν σε λῦσαι δέλτον, ἣν ἐγὼ ᾽φερον.
ΜΕ. οὐδέ γε φέρειν σὲ πᾶσιν Ἕλλησιν κακά.
ΠΡ. ἄλλοις ἁμιλλῶ ταῦτ᾽· ἄφες δὲ τήνδ᾽ ἐμοί.
310ΜΕ. οὐκ ἂν μεθείμην. ΠΡ. οὐδ᾽ ἔγωγ᾽ ἀφήσομαι.
ΜΕ. σκήπτρῳ τάχ᾽ ἆρα σὸν καθαιμάξω κάρα.
ΠΡ. ἀλλ᾽ εὐκλεές τοι δεσποτῶν θνήσκειν ὕπερ.
ΜΕ. μέθες· μακροὺς δὲ δοῦλος ὢν λέγεις λόγους.
ΠΡ. ὦ δέσποτ᾽, ἀδικούμεσθα. σὰς δ᾽ ἐπιστολὰς
315ἐξαρπάσας ὅδ᾽ ἐκ χερῶν ἐμῶν βίᾳ,
Ἀγάμεμνον, οὐδὲν τῇ δίκῃ χρῆσθαι θέλει.
ΑΓΑ. ἔα·
τίς ποτ᾽ ἐν πύλαισι θόρυβος καὶ λόγων ἀκοσμία;
ΜΕ. οὑμὸς οὐχ ὁ τοῦδε μῦθος κυριώτερος λέγειν.
ΑΓΑ. σὺ δὲ τί τῷδ᾽ ἐς ἔριν ἀφῖξαι, Μενέλεως, βίᾳ τ᾽ ἄγεις;
320ΜΕ. βλέψον εἰς ἡμᾶς, ἵν᾽ ἀρχὰς τῶν λόγων ταύτας λάβω.
ΑΓΑ. μῶν τρέσας οὐκ ἀνακαλύψω βλέφαρον, Ἀτρέως γεγώς;
ΜΕ. τήνδ᾽ ὁρᾷς δέλτον, κακίστων γραμμάτων ὑπηρέτιν;
ΑΓΑ. εἰσορῶ, καὶ πρῶτα ταύτην σῶν ἀπάλλαξον χερῶν.
ΜΕ. οὔ, πρὶν ἂν δείξω γε Δαναοῖς πᾶσι τἀγγεγραμμένα.
325ΑΓΑ. ἦ γὰρ οἶσθ᾽ ἃ μή σε καιρὸς εἰδέναι σήμαντρ᾽ ἀνείς;
ΜΕ. ὥστε σ᾽ ἀλγῦναί γ᾽, ἀνοίξας ἃ σὺ κάκ᾽ εἰργάσω λάθρᾳ.
ΑΓΑ. ποῦ δὲ κἄλαβές νιν; ὦ θεοί, σῆς ἀναισχύντου φρενός.
ΜΕ. προσδοκῶν σὴν παῖδ᾽ ἀπ᾽ Ἄργους, εἰ στράτευμ᾽ ἀφίξεται.
ΑΓΑ. τί δέ σε τἀμὰ δεῖ φυλάσσειν; οὐκ ἀναισχύντου τόδε;
330ΜΕ. ὅτι τὸ βούλεσθαί μ᾽ ἔκνιζε· σὸς δὲ δοῦλος οὐκ ἔφυν.
ΑΓΑ. οὐχὶ δεινά; τὸν ἐμὸν οἰκεῖν οἶκον οὐκ ἐάσομαι;
ΜΕ. πλάγια γὰρ φρονεῖς, τὰ μὲν νῦν, τὰ δὲ πάλαι, τὰ δ᾽ αὐτίκα.
ΑΓΑ. εὖ κεκόμψευσαι πονηρά· γλῶσσ᾽ ἐπίφθονον σοφή.
|