Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας
Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7
ΗΡΟΔΟΤΟΣ
Ἱστορίαι (2.161.1-2.163.2)
[2.161.1] Ψάμμιος δὲ ἓξ ἔτεα μοῦνον βασιλεύσαντος Αἰγύπτου καὶ στρατευσαμένου ἐς Αἰθιοπίην καὶ μεταυτίκα τελευτήσαντος ἐξεδέξατο Ἀπρίης ὁ Ψάμμιος· [2.161.2] ὃς μετὰ Ψαμμήτιχον τὸν ἑωυτοῦ προπάτορα ἐγένετο εὐδαιμονέστατος τῶν πρότερον βασιλέων, ἐπ᾽ ἔτεα πέντε καὶ εἴκοσι ἄρξας, ἐν τοῖσι ἐπί τε Σιδῶνα στρατὸν ἤλασε καὶ ἐναυμάχησε τῷ Τυρίῳ. [2.161.3] ἐπεὶ δέ οἱ ἔδεε κακῶς γενέσθαι, ἐγένετο ἀπὸ προφάσιος τὴν ἐγὼ μεζόνως μὲν ἐν τοῖσι Λιβυκοῖσι λόγοισι ἀπηγήσομαι, μετρίως δ᾽ ἐν τῷ παρεόντι· [2.161.4] ἀποπέμψας γὰρ στράτευμα μέγα ὁ Ἀπρίης ἐπὶ Κυρηναίους μεγάλως προσέπταισε, Αἰγύπτιοι δὲ ταῦτα ἐπιμεμφόμενοι ἀπέστησαν ἀπ᾽ αὐτοῦ, δοκέοντες τὸν Ἀπρίην ἐκ προνοίης αὐτοὺς ἀποπέμψαι ἐς φαινόμενον κακόν, ἵνα δὴ σφέων φθορὴ γένηται, αὐτὸς δὲ τῶν λοιπῶν Αἰγυπτίων ἀσφαλέστερον ἄρχοι. ταῦτα δὲ δεινὰ ποιεύμενοι οὗτοί τε οἱ ἀπονοστήσαντες καὶ οἱ τῶν ἀπολομένων φίλοι ἀπέστησαν ἐκ τῆς ἰθέης. [2.162.1] πυθόμενος δὲ ὁ Ἀπρίης ταῦτα πέμπει ἐπ᾽ αὐτοὺς Ἄμασιν καταπαύσοντα λόγοισι. ὁ δὲ ἐπείτε ἀπικόμενος κατελάμβανε τοὺς Αἰγυπτίους ταῦτα μὴ ποιέειν, λέγοντος αὐτοῦ τῶν τις Αἰγυπτίων ὄπισθε στὰς περιέθηκέ οἱ κυνέην καὶ περιτιθεὶς ἔφη ἐπὶ βασιληίῃ περιτιθέναι. [2.162.2] καὶ τῷ οὔ κως ἀεκούσιον ἐγίνετο τὸ ποιεύμενον, ὡς διεδείκνυε. ἐπείτε γὰρ ἐστήσαντό μιν βασιλέα τῶν Αἰγυπτίων οἱ ἀπεστεῶτες, παρεσκευάζετο ὡς ἐλῶν ἐπὶ τὸν Ἀπρίην. [2.162.3] πυθόμενος δὲ ταῦτα ὁ Ἀπρίης ἔπεμπε ἐπ᾽ Ἄμασιν ἄνδρα δόκιμον τῶν περὶ ἑωυτὸν Αἰγυπτίων, τῷ οὔνομα ἦν Πατάρβημις, ἐντειλάμενος αὐτῷ ζῶντα Ἄμασιν ἀγαγεῖν παρ᾽ ἑωυτόν. ὡς δὲ ἀπικόμενος τὸν Ἄμασιν ἐκάλεε ὁ Πατάρβημις, ὁ Ἄμασις (ἔτυχε γὰρ ἐπ᾽ ἵππου κατήμενος) ἐπάρας ἀπεματάϊσε καὶ τοῦτό μιν ἐκέλευε Ἀπρίῃ ἀπάγειν. [2.162.4] ὅμως δὲ αὐτὸν ἀξιοῦν τὸν Πατάρβημιν βασιλέος μεταπεμπομένου ἰέναι πρὸς αὐτόν· τὸν δὲ αὐτῷ ὑποκρίνασθαι, ὡς ταῦτα πάλαι παρασκευάζεται ποιέειν, καὶ αὐτῷ οὐ μέμψεσθαι Ἀπρίην· παρέσεσθαι γὰρ καὶ αὐτὸς καὶ ἄλλους ἄξειν. [2.162.5] τὸν δὲ Πατάρβημιν ἐκ τε τῶν λεγομένων οὐκ ἀγνοεῖν τὴν διάνοιαν καὶ παρασκευαζόμενον ὁρῶντα σπουδῇ ἀπιέναι, βουλόμενον τὴν ταχίστην βασιλέϊ δηλῶσαι τὰ πρησσόμενα. ὡς δὲ ἀπικέσθαι αὐτὸν πρὸς τὸν Ἀπρίην οὐκ ἄγοντα τὸν Ἄμασιν, οὐδένα λόγον αὑτῷ δόντα ἀλλὰ περιθύμως ἔχοντα περιταμεῖν προστάξαι αὐτοῦ τά τε ὦτα καὶ τὴν ῥῖνα. [2.162.6] ἰδόμενοι δ᾽ οἱ λοιποὶ τῶν Αἰγυπτίων, οἳ ἔτι τὰ ἐκείνου ἐφρόνεον, ἄνδρα τὸν δοκιμώτατον ἑωυτῶν οὕτω αἰσχρῶς λύμῃ διακείμενον, οὐδένα δὴ χρόνον ἐπισχόντες ἀπιστέατο πρὸς τοὺς ἑτέρους καὶ ἐδίδοσαν σφέας αὐτοὺς Ἀμάσι. [2.163.1] πυθόμενος δὲ καὶ ταῦτα ὁ Ἀπρίης ὥπλιζε τοὺς ἐπικούρους καὶ ἤλαυνε ἐπὶ τοὺς Αἰγυπτίους. εἶχε δὲ περὶ ἑωυτὸν Κᾶράς τε καὶ Ἴωνας ἄνδρας ἐπικούρους τρισμυρίους, ἦν δέ οἱ τὰ βασιλήια ἐν Σάϊ πόλι, μεγάλα ἐόντα καὶ ἀξιοθέητα. [2.163.2] καὶ οἵ τε περὶ τὸν Ἀπρίην ἐπὶ τοὺς Αἰγυπτίους ἤισαν καὶ οἱ περὶ τὸν Ἄμασιν ἐπὶ τοὺς ξείνους. ἔν τε δὴ Μωμέμφι πόλι ἐγένοντο ἀμφότεροι καὶ πειρήσεσθαι ἔμελλον ἀλλήλων. |
[2.161.1] Ο Ψάμμης ωστόσο βασίλευσε στην Αίγυπτο μόνο έξι χρόνια, και μετά την εκστρατεία που έκανε στην Αιθιοπία, πέθανε αμέσως και τον διαδέχτηκε ο γιος του Απρίης, [2.161.2] ο οποίος, μετά τον προπάππο του τον Ψαμμήτιχο, ήταν ο πιο τυχερός από τους προηγούμενούς του βασιλιάδες· κατά τα είκοσι πέντε χρόνια όπου κυβέρνησε, πραγματοποίησε εκστρατεία κατά της Σιδώνας και ναυμάχησε με τον βασιλιά της Τύρου. [2.161.3] Το θέλησε ωστόσο η μοίρα να πάθει κι αυτός κακό, και ποιά ήταν η αιτία θα το αφηγηθώ με περισσότερα λόγια στην ιστορία της Λιβύης, ενώ εδώ θα πω λίγα πράγματα· [2.161.4] δηλαδή, ο Απρίης έστειλε εναντίον των Κυρηναίων μεγάλο στράτευμα και έπαθε μεγάλη ήττα, και οι Αιγύπτιοι τον θεώρησαν υπεύθυνο γι᾽ αυτό, και επαναστάτησαν εναντίον του, επειδή πίστευαν ότι ο Απρίης σκόπιμα τους έστειλε στον ολοφάνερο χαμό, για να εξολοθρευτούν και έτσι να μπορεί αυτός να εξουσιάζει με μεγαλύτερη ασφάλεια τους υπόλοιπους Αιγυπτίους. Αγανακτισμένοι για όλα αυτά όσοι επέστρεψαν από τον πόλεμο αλλά και οι φίλοι όσων είχαν χαθεί, επαναστάτησαν φανερά. |