ΧΟ. οἰκτίρω νιν ἔγωγ᾽, ὅπως, [στρ. β]
170μή του κηδομένου βροτῶν
μηδὲ ξύντροφον ὄμμ᾽ ἔχων,
δύστανος, μόνος αἰεί,
νοσεῖ μὲν νόσον ἀγρίαν,
ἀλύει δ᾽ ἐπὶ παντί τῳ
175χρείας ἱσταμένῳ. πῶς ποτε πῶς
δύσμορος ἀντέχει;
ὦ παλάμαι θνητῶν,
ὦ δύστανα γένη βροτῶν,
οἷς μὴ μέτριος αἰών.
οὗτος πρωτογόνων ἴσως [ἀντ. β] 180
οἴκων οὐδενὸς ὕστερος,
πάντων ἄμμορος ἐν βίῳ
κεῖται μοῦνος ἀπ᾽ ἄλλων
στικτῶν ἢ λασίων μετὰ
185θηρῶν, ἔν τ᾽ ὀδύναις ὁμοῦ
λιμῷ τ᾽ οἰκτρὸς ἀνήκεστα μερι-
μνήματ᾽ ἔχων βοᾷ.
ἁ δ᾽ ἀθυρόστομος
ἀχὼ τηλεφανὴς πικρᾶς
190οἰμωγᾶς ὕπο χεῖται.
ΝΕ. οὐδὲν τούτων θαυμαστὸν ἐμοί·
θεῖα γάρ, εἴπερ κἀγώ τι φρονῶ,
καὶ τὰ παθήματα κεῖνα πρὸς αὐτὸν
τῆς ὠμόφρονος Χρύσης ἐπέβη,
195καὶ νῦν ἃ πονεῖ δίχα κηδεμόνων,
οὐκ ἔστιν ὅπως οὐ θεῶν του μελέτῃ
τοῦ μὴ πρότερον τόνδ᾽ ἐπὶ Τροίᾳ
τεῖναι τὰ θεῶν ἀμάχητα βέλη,
πρὶν ὅδ᾽ ἐξήκοι χρόνος, ᾧ λέγεται
200χρῆναί σφ᾽ ὑπὸ τῶνδε δαμῆναι.
XO. εὔστομ᾽ ἔχε, παῖ. ΝΕ. τί τόδε; ΧΟ. προυφάνη κτύπος, [στρ. γ]
φωτὸς σύντροφος ὡς τειρομένου ‹του›,
ἤ που τῇδ᾽ ἢ τῇδε τόπων.
205βάλλει βάλλει μ᾽ ἐτύμα
φθογγά του στίβον κατ᾽ ἀνάγ-
καν ἕρποντος, οὐδέ με λά-
θει βαρεῖα τηλόθεν αὐ-
δὰ τρυσάνωρ· διάσημα θροεῖ γάρ.
210ἀλλ᾽ ἔχε, τέκνον. ΝΕ. λέγ᾽ ὅ τι. ΧΟ. φροντίδας νέας· [ἀντ. γ]
ὡς οὐκ ἔξεδρος, ἀλλ᾽ ἔντοπος ἁνήρ,
οὐ μολπὰν σύριγγος ἔχων,
ὡς ποιμὴν ἀγροβότας,
215ἀλλ᾽ ἤ που πταίων ὑπ᾽ ἀνάγ-
κας βοᾷ τηλωπὸν ἰω-
άν, ἢ ναὸς ἄξενον αὐ-
γάζων ὅρμον· προβοᾷ γάρ τι δεινόν.
|