ΣΤ. ὦ Σώκρατες,
ὦ Σωκρατίδιον. ΣΩΚΡΑΤΗΣ. τί με καλεῖς, ὦφήμερε;
ΣΤ. πρῶτον μὲν ὅ τι δρᾷς, ἀντιβολῶ, κάτειπέ μοι.
225ΣΩ. ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.
ΣΤ. ἔπειτ᾽ ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς,
ἀλλ᾽ οὐκ ἀπὸ τῆς γῆς, εἴπερ; ΣΩ. οὐ γὰρ ἄν ποτε
ἐξηῦρον ὀρθῶς τὰ μετέωρα πράγματα,
εἰ μὴ κρεμάσας τὸ νόημα καὶ τὴν φροντίδα
230λεπτὴν καταμείξας εἰς τὸν ὅμοιον ἀέρα.
εἰ δ᾽ ὢν χαμαὶ τἄνω κάτωθεν ἐσκόπουν,
οὐκ ἄν ποθ᾽ ηὗρον· οὐ γὰρ ἀλλ᾽ ἡ γῆ βίᾳ
ἕλκει πρὸς αὑτὴν τὴν ἰκμάδα τῆς φροντίδος.
πάσχει δὲ ταὐτὸ τοῦτο καὶ τὰ κάρδαμα.
235ΣΤ. τί φῄς;
ἡ φροντὶς ἕλκει τὴν ἰκμάδ᾽ εἰς τὰ κάρδαμα;
ἴθι νυν, κατάβηθ᾽, ὦ Σωκρατίδιον, ὡς ἐμέ,
ἵνα με διδάξῃς ὧνπερ οὕνεκ᾽ ἐλήλυθα.
ΣΩ. ἦλθες δὲ κατὰ τί; ΣΤ. βουλόμενος μαθεῖν λέγειν.
240ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων
ἄγομαι, φέρομαι, τὰ χρήματ᾽ ἐνεχυράζομαι.
ΣΩ. πόθεν δ᾽ ὑπόχρεως σαυτὸν ἔλαθες γενόμενος;
ΣΤ. νόσος μ᾽ ἐπέτριψεν ἱππική, δεινὴ φαγεῖν.
ἀλλά με δίδαξον τὸν ἕτερον τοῖν σοῖν λόγοιν,
245τὸν μηδὲν ἀποδιδόντα· μισθὸν δ᾽ ὅντιν᾽ ἂν
πράττῃ μ᾽ ὀμοῦμαί σοι καταθήσειν τοὺς θεούς.
ΣΩ. ποίους θεοὺς ὀμεῖ σύ; πρῶτον γὰρ θεοὶ
ἡμῖν νόμισμ᾽ οὐκ ἔστι. ΣΤ. τῷ γὰρ ὄμνυτ᾽; ἢ
σιδαρέοισιν ὥσπερ ἐν Βυζαντίῳ;
250ΣΩ. βούλει τὰ θεῖα πράγματ᾽ εἰδέναι σαφῶς
ἅττ᾽ ἐστὶν ὀρθῶς; ΣΤ. νὴ Δί᾽, εἴπερ ἔστι γε.
ΣΩ. καὶ ξυγγενέσθαι ταῖς Νεφέλαισιν εἰς λόγους,
ταῖς ἡμετέραισι δαίμοσιν; ΣΤ. μάλιστά γε.
ΣΩ. κάθιζε τοίνυν ἐπὶ τὸν ἱερὸν σκίμποδα.
255ΣΤ. ἰδοὺ κάθημαι. ΣΩ. τουτονὶ τοίνυν λαβὲ
τὸν στέφανον. ΣΤ. ἐπὶ τί στέφανον; οἴμοι, Σώκρατες,
ὥσπερ με τὸν Ἀθάμανθ᾽ ὅπως μὴ θύσετε.
ΣΩ. οὔκ, ἀλλὰ ταῦτα πάντα τοὺς τελουμένους
ἡμεῖς ποοῦμεν. ΣΤ. εἶτα δὴ τί κερδανῶ;
260ΣΩ. λέγειν γενήσει τρῖμμα, κρόταλον, παιπάλη.
ἀλλ᾽ ἔχ᾽ ἀτρεμεί. ΣΤ. μὰ τὸν Δί᾽, οὐ ψεύσει γέ με·
καταπαττόμενος γὰρ παιπάλη γενήσομαι.
|