Ὄρνιχες τρίτον ἄρτι τὸν ἔσχατον ὄρθρον ἄειδον,
65 Τειρεσίαν τόκα μάντιν ἀλαθέα πάντα λέγοντα
Ἀλκμήνα καλέσασα χρέος κατέλεξε νεοχμόν,
καί νιν ὑποκρίνεσθαι ὅπως τελέεσθαι ἔμελλεν
ἠνώγει· «μηδ᾽ εἴ τι θεοὶ νοέοντι πονηρόν,
αἰδόμενός με κρύπτε· καὶ ὣς οὐκ ἔστιν ἀλύξαι
70 ἀνθρώποις ὅ τι Μοῖρα κατὰ κλωστῆρος ἐπείγει.
μάντι Εὐηρείδα, μάλα τοι φρονέοντα διδάσκω.»
τόσσ᾽ ἔλεγεν βασίλεια· ὃ δ᾽ ἀνταμείβετο τοίοις·
«θάρσει, ἀριστοτόκεια γύναι, Περσήιον αἷμα,
θάρσει· μελλόντων δὲ τὸ λώιον ἐν φρεσὶ θέσθαι.
75 ναὶ γὰρ ἐμῶν γλυκὺ φέγγος ἀποιχόμενον πάλαι ὄσσων,
πολλαὶ Ἀχαιιάδων μαλακὸν περὶ γούνατι νῆμα
χειρὶ κατατρίψουσιν ἀκρέσπερον ἀείδοισαι
Ἀλκμήναν ὀνομαστί, σέβας δ᾽ ἔσῃ Ἀργείαισι.
τοῖος ἀνὴρ ὅδε μέλλει ἐς οὐρανὸν ἄστρα φέροντα
80 ἀμβαίνειν τεὸς υἱός, ἀπὸ στέρνων πλατὺς ἥρως,
οὗ καὶ θηρία πάντα καὶ ἀνέρες ἥσσονες ἄλλοι.
δώδεκά οἱ τελέσαντι πεπρωμένον ἐν Διὸς οἰκεῖν
μόχθους, θνητὰ δὲ πάντα πυρὰ Τραχίνιος ἕξει·
γαμβρὸς δ᾽ ἀθανάτων κεκλήσεται, οἳ τάδ᾽ ἐπῶρσαν
85 κνώδαλα φωλεύοντα βρέφος διαδηλήσασθαι.
ἔσται δὴ τοῦτ᾽ ἆμαρ ὁπηνίκα νεβρὸν ἐν εὐνᾷ
καρχαρόδων σίνεσθαι ἰδὼν λύκος οὐκ ἐθελήσει.
ἀλλά, γύναι, πῦρ μέν τοι ὑπὸ σποδῷ εὔτυκον ἔστω,
κάγκανα δ᾽ ἀσπαλάθου ξύλ᾽ ἑτοιμάσατ᾽ ἢ παλιούρου
90 ἢ βάτου ἢ ἀνέμῳ δεδονημένον αὖον ἄχερδον·
καῖε δὲ τώδ᾽ ἀγρίαισιν ἐπὶ σχίζαισι δράκοντε
νυκτὶ μέσᾳ, ὅκα παῖδα κανεῖν τεὸν ἤθελον αὐτοί.
ἦρι δὲ συλλέξασα κόνιν πυρὸς ἀμφιπόλων τις
ῥιψάτω, εὖ μάλα πᾶσαν ὑπὲρ ποταμοῖο φέρουσα
95 ῥωγάδας ἐς πέτρας, ὑπερούριον, ἂψ δὲ νεέσθω
ἄστρεπτος. καθαρῷ δὲ πυρώσατε δῶμα θεείῳ
πρᾶτον, ἔπειτα δ᾽ ἅλεσσι μεμιγμένον, ὡς νενόμισται,
θαλλῷ ἐπιρραίνειν ἐστεμμένῳ ἀβλαβὲς ὕδωρ·
Ζηνὶ δ᾽ ἐπιρρέξαι καθυπερτέρῳ ἄρσενα χοῖρον,
100 δυσμενέων αἰεὶ καθυπέρτεροι ὡς τελέθοιτε.»
φῆ, καὶ ἐρωήσας ἐλεφάντινον ᾤχετο δίφρον
Τειρεσίας πολλοῖσι βαρύς περ ἐὼν ἐνιαυτοῖς.
|