ΑΣ. ἆρ᾽ ἔμαθες κρίνειν ποκ᾽ ἐνύπνια; χρηστὰ γὰρ εἶδον.
30 οὔ σε θέλω τὠμῶ φαντάσματος ἦμεν ἄμοιρον.
ὡς καὶ τὰν ἄγραν, τὠνείρατα πάντα μερίζευ.
εἰ γὰρ κεἰκάξω κατὰ τὸν νόον, οὗτος ἄριστος
ἐστὶν ὀνειροκρίτας, ὁ διδάσκαλός ἐστι παρ᾽ ᾧ νοῦ
ἄλλως καὶ σχολά ἐστι· τί γὰρ ποιεῖν ἂν ἔχοι τις
35 κείμενος ἐν φύλλοις ποτὶ κύματι μηδὲ καθεύδων;
ἀλλ᾽ ὄνος ἐν ῥάμνῳ τό τε λύχνιον ἐν πρυτανείῳ·
φαντὶ γὰρ ἀγρυπνίαν τάδ᾽ ἔχειν. ΕΤ. ἄγε δή, φίλε, νυκτός
ὄψιν τὰν ἔσιδες σὺ τεῷ μάνυσον ἑταίρῳ.
ΑΣ. δειλινὸν ὡς κατέδαρθον ἐπ᾽ εἰναλίοισι πόνοισιν
40 (οὐκ ἦν μὰν πολύσιτος, ἐπεὶ δειπνεῦντες ἐν ὥρᾳ,
εἰ μέμνῃ, τᾶς γαστρὸς ἐφειδόμεθ᾽), εἶδον ἐμαυτόν
ἐν πέτρᾳ βεβαῶτα, καθεζόμενος δ᾽ ἐδόκευον
ἰχθύας, ἐκ καλάμω δὲ πλάνον κατέσειον ἐδωδάν.
καί τις τῶν τραφερῶν ὠρέξατο· καὶ γὰρ ἐν ὕπνοις
45 πᾶσα κύων ἄρτον μαντεύεται, ἰχθύα κἠγών.
χὢ μὲν τὠγκίστρῳ ποτεφύετο, καὶ ῥέεν αἷμα·
τὸν κάλαμον δ᾽ ὑπὸ τῶ κινήματος ἀγκύλον εἶχον.
τὼ χέρε τεινόμενος, περικλώμενος, εὗρον ἀγῶνα
πῶς ἀνέλω μέγαν ἰχθὺν ἀφαυροτέροισι σιδάροις·
50 εἶθ᾽ ὑπομιμνάσκων τῶ τρώματος ἠρέμα νύξα,
καὶ νύξας ἐχάλαξα, καὶ οὐ φεύγοντος ἔτεινα.
ἤνυσα δ᾽ ὦν τὸν ἄεθλον, ἀνείλκυσα χρύσεον ἰχθύν,
παντᾷ τοι χρυσῷ πεπυκασμένον· εἷλέ με δεῖμα
μήτι Ποσειδάωνι πέλοι πεφιλημένος ἰχθύς,
55 ἢ τάχα τᾶς γλαυκᾶς κειμήλιον Ἀμφιτρίτας.
ἠρέμα δ᾽ αὐτὸν ἐγὼν ἐκ τὠγκίστρω ἀπέλυσα,
μή ποκα τῶ στόματος τἀγκίστρια χρυσὸν ἔχοιεν.
καὶ τὸν μὲν πίστευσα κακῶς ἔχειν ἠπειρώταν,
ὤμοσα δ᾽ οὐκέτι λοιπὸν ὑπὲρ πελάγους πόδα θεῖναι,
60 ἀλλὰ μενεῖν ἐπὶ γᾶς καὶ τῶ χρυσῶ βασιλεύσειν.
ταῦτά με κἠξήγειρε, τὺ δ᾽, ὦ ξένε, λοιπὸν ἔρειδε
τὰν γνώμαν· ὅρκον γὰρ ἐγὼ τὸν ἐπώμοσα ταρβῶ.
ΕΤ. μὴ σύγε, μὴ τρέσσῃς· οὐκ ὤμοσας· οὐδὲ γὰρ ἰχθύν
χρύσεον ὡς ἴδες εἷλες, ἴσα δ᾽ ἦν ψεύδεσιν ὄψις.
65 εἰ δ᾽ ὕπαρ οὐ κνώσσων τὰ πελώρια ταῦτα ματεύσεις,
ἐλπὶς τῶν ὕπνων· ζάτει τὸν σάρκινον ἰχθύν,
μὴ σὺ θάνῃς λιμῷ καὶ τοῖς χρυσοῖσιν ὀνείροις.
|