21. ΑΛΙΕΙΣ Ἁ πενία, Διόφαντε, μόνα τὰς τέχνας ἐγείρει·
αὕτα τῶ μόχθοιο διδάσκαλος, οὐδὲ γὰρ εὕδειν
ἀνδράσιν ἐργατίναισι κακαὶ παρέχοντι μέριμναι·
κἂν ὀλίγον νυκτός τις ἐπιβρίσσῃσι, τὸν ὕπνον
5 αἰφνίδιον θορυβεῦντι ἐφιστάμεναι μελεδῶναι.
Ἰχθύος ἀγρευτῆρες ὁμῶς δύο κεῖντο γέροντες
στρωσάμενοι βρύον αὖον ὑπὸ πλεκταῖς καλύβαισι,
κεκλιμένοι τοίχῳ τῷ φυλλίνῳ· ἐγγύθι δ᾽ αὐτοῖν
κεῖτο τὰ ταῖν χειροῖν ἀθλήματα, τοὶ καλαθίσκοι,
10 τοὶ κάλαμοι, τἄγκιστρα, τὰ φυκιόεντα δέλητα,
ὁρμιαὶ κύρτοι τε καὶ ἐκ σχοίνων λαβύρινθοι,
μήρινθοι κῶπαί τε γέρων τ᾽ ἐπ᾽ ἐρείσμασι λέμβος·
νέρθεν τᾶς κεφαλᾶς φορμὸς βραχύς, εἵματα, πῖλοι.
οὗτος τοῖς ἁλιεῦσιν ὁ πᾶς πόρος, οὗτος ὁ πλοῦτος·
15 οὐ κλεῖδ᾽, οὐχὶ θύραν ἔχον, οὐ κύνα· πάντα περισσά
ταῦτ᾽ ἐδόκει τήνοις· ἁ γὰρ πενία σφας ἐτήρει.
οὐδεὶς δ᾽ ἐν μέσσῳ γείτων πέλεν, ἁ δὲ παρ᾽ αὐτᾷ
θλιβομέναν καλύβᾳ τραφερὰν προσέναχε θάλασσα.
κοὔπω τὸν μέσατον δρόμον ἄνυεν ἅρμα Σελάνας,
20 τοὺς δ᾽ ἁλιεῖς ἤγειρε φίλος πόνος, ἐκ βλεφάρων δέ
ὕπνον ἀπωσάμενοι σφετέραις φρεσὶν ἤρεθον αὐδάν.
ΑΣΦΑΛΙΩΝ
ψεύδοντ᾽, ὦ φίλε, πάντες ὅσοι τὰς νύκτας ἔφασκον
τῶ θέρεος μινύθειν, ὅκα τἄματα μακρὰ φέροντι.
ἤδη μυρί᾽ ἐσεῖδον ὀνείρατα, κοὐδέπω ἀώς.
25 μὴ λαθόμαν; τί τὸ χρῆμα; χρόνον ταὶ νύκτες ἔχοντι.
ΕΤΑΙΡΟΣ
ἀλεμάτως μέμφῃ τὸ καλὸν θέρος· οὐ γὰρ ὁ καιρός
αὐτομάτως παρέβα τὸν ἑὸν δρόμον, ἀλλὰ τὸν ὕπνον
ἁ φροντὶς κόπτοισα μακρὰν τὰν νύκτα ποιεῖ τοι.
|