Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας
Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7
ΔΗΜΟΣΘΕΝΗΣ
Ὀλυνθιακὸς γ΄ (3) (21-32)
[21] Καὶ ταῦτ᾽ οὐχ ἵν᾽ ἀπέχθωμαί τισιν ὑμῶν, τὴν ἄλλως προῄρημαι λέγειν· οὐ γὰρ οὕτως ἄφρων οὐδ᾽ ἀτυχής εἰμ᾽ ἐγὼ ὥστ᾽ ἀπεχθάνεσθαι βούλεσθαι μηδὲν ὠφελεῖν νομίζων· ἀλλὰ δικαίου πολίτου κρίνω τὴν τῶν πραγμάτων σωτηρίαν ἀντὶ τῆς ἐν τῷ λέγειν χάριτος αἱρεῖσθαι. καὶ γὰρ τοὺς ἐπὶ τῶν προγόνων ἡμῶν λέγοντας ἀκούω, ὥσπερ ἴσως καὶ ὑμεῖς, οὓς ἐπαινοῦσι μὲν οἱ παριόντες ἅπαντες, μιμοῦνται δ᾽ οὐ πάνυ, τούτῳ τῷ ἔθει καὶ τῷ τρόπῳ τῆς πολιτείας χρῆσθαι, τὸν Ἀριστείδην ἐκεῖνον, τὸν Νικίαν, τὸν ὁμώνυμον ἐμαυτῷ, τὸν Περικλέα. [22] ἐξ οὗ δ᾽ οἱ διερωτῶντες ὑμᾶς οὗτοι πεφήνασι ῥήτορες «τί βούλεσθε; τί γράψω; τί ὑμῖν χαρίσωμαι;» προπέποται τῆς παραυτίκα χάριτος τὰ τῆς πόλεως πράγματα, καὶ τοιαυτὶ συμβαίνει, καὶ τὰ μὲν τούτων πάντα καλῶς ἔχει, τὰ δ᾽ ὑμέτερ᾽ αἰσχρῶς. [23] καίτοι σκέψασθ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, ἅ τις ἂν κεφάλαι᾽ εἰπεῖν ἔχοι τῶν τ᾽ ἐπὶ τῶν προγόνων ἔργων καὶ τῶν ἐφ᾽ ὑμῶν. ἔσται δὲ βραχὺς καὶ γνώριμος ὑμῖν ὁ λόγος· οὐ γὰρ ἀλλοτρίοις ὑμῖν χρωμένοις παραδείγμασιν, ἀλλ᾽ οἰκείοις, ὦ ἄνδρες Ἀθηναῖοι, εὐδαίμοσιν ἔξεστι γενέσθαι. [24] ἐκεῖνοι τοίνυν, οἷς οὐκ ἐχαρίζονθ᾽ οἱ λέγοντες οὐδ᾽ ἐφίλουν αὐτοὺς ὥσπερ ὑμᾶς οὗτοι νῦν, πέντε μὲν καὶ τετταράκοντ᾽ ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων, πλείω δ᾽ ἢ μύρια τάλαντ᾽ εἰς τὴν ἀκρόπολιν ἀνήγαγον, ὑπήκουε δ᾽ ὁ ταύτην τὴν χώραν ἔχων αὐτοῖς βασιλεύς, ὥσπερ ἐστὶ προσῆκον βάρβαρον Ἕλλησι, πολλὰ δὲ καὶ καλὰ καὶ πεζῇ καὶ ναυμαχοῦντες ἔστησαν τρόπαι᾽ αὐτοὶ στρατευόμενοι, μόνοι δ᾽ ἀνθρώπων κρείττω τὴν ἐπὶ τοῖς ἔργοις δόξαν τῶν φθονούντων κατέλιπον. [25] ἐπὶ μὲν δὴ τῶν Ἑλληνικῶν ἦσαν τοιοῦτοι· ἐν δὲ τοῖς κατὰ τὴν πόλιν αὐτὴν θεάσασθ᾽ ὁποῖοι, ἔν τε τοῖς κοινοῖς κἀν τοῖς ἰδίοις. δημοσίᾳ μὲν τοίνυν οἰκοδομήματα καὶ κάλλη τοιαῦτα καὶ τοσαῦτα κατεσκεύασαν ἡμῖν ἱερῶν καὶ τῶν ἐν τούτοις ἀναθημάτων, ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λελεῖφθαι· ἰδίᾳ δ᾽ οὕτω σώφρονες ἦσαν καὶ σφόδρ᾽ ἐν τῷ τῆς πολιτείας ἤθει μένοντες, [26] ὥστε τὴν Ἀριστείδου καὶ τὴν Μιλτιάδου καὶ τῶν τότε λαμπρῶν οἰκίαν εἴ τις ἄρ᾽ οἶδεν ὑμῶν ὁποία ποτ᾽ ἐστίν, ὁρᾷ τῆς τοῦ γείτονος οὐδὲν σεμνοτέραν οὖσαν· οὐ γὰρ εἰς περιουσίαν ἐπράττετ᾽ αὐτοῖς τὰ τῆς πόλεως, ἀλλὰ τὸ κοινὸν αὔξειν ἕκαστος ᾤετο δεῖν. ἐκ δὲ τοῦ τὰ μὲν Ἑλληνικὰ πιστῶς, τὰ δὲ πρὸς τοὺς θεοὺς εὐσεβῶς, τὰ δ᾽ ἐν αὑτοῖς ἴσως διοικεῖν μεγάλην εἰκότως ἐκτήσαντ᾽ εὐδαιμονίαν. [27] τότε μὲν δὴ τοῦτον τὸν τρόπον εἶχε τὰ πράγματ᾽ ἐκείνοις, χρωμένοις οἷς εἶπον προστάταις· νυνὶ δὲ πῶς ἡμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματ᾽ ἔχει; ἆρά γ᾽ ὁμοίως ἢ παραπλησίως; οἷς — τὰ μὲν ἄλλα σιωπῶ, πόλλ᾽ ἂν ἔχων εἰπεῖν, ἀλλ᾽ ὅσης ἅπαντες ὁρᾶτ᾽ ἐρημίας ἐπειλημμένοι, [καὶ] Λακεδαιμονίων μὲν ἀπολωλότων, Θηβαίων δ᾽ ἀσχόλων ὄντων, τῶν δ᾽ ἄλλων οὐδενὸς ὄντος ἀξιόχρεω περὶ τῶν πρωτείων ἡμῖν ἀντιτάξασθαι, ἐξὸν δ᾽ ἡμῖν καὶ τὰ ἡμέτερ᾽ αὐτῶν ἀσφαλῶς ἔχειν καὶ τὰ τῶν ἄλλων δίκαια βραβεύειν, [28] ἀπεστερήμεθα μὲν χώρας οἰκείας, πλείω δ᾽ ἢ χίλια καὶ πεντακόσια τάλαντ᾽ ἀνηλώκαμεν εἰς οὐδὲν δέον, οὓς δ᾽ ἐν τῷ πολέμῳ συμμάχους ἐκτησάμεθα, εἰρήνης οὔσης ἀπολωλέκασιν οὗτοι, ἐχθρὸν δ᾽ ἐφ᾽ ἡμᾶς αὐτοὺς τηλικοῦτον ἠσκήκαμεν. ἢ φρασάτω τις ἐμοὶ παρελθών, πόθεν ἄλλοθεν ἰσχυρὸς γέγονεν ἢ παρ᾽ ἡμῶν αὐτῶν Φίλιππος. [29] ἀλλ᾽, ὦ τᾶν, εἰ ταῦτα φαύλως, τά γ᾽ ἐν αὐτῇ τῇ πόλει νῦν ἄμεινον ἔχει. καὶ τί ἂν εἰπεῖν τις ἔχοι; τὰς ἐπάλξεις ἃς κονιῶμεν, καὶ τὰς ὁδοὺς ἃς ἐπισκευάζομεν, καὶ κρήνας, καὶ λήρους; ἀποβλέψατε δὴ πρὸς τοὺς ταῦτα πολιτευομένους, ὧν οἱ μὲν ἐκ πτωχῶν πλούσιοι γεγόνασιν, οἱ δ᾽ ἐξ ἀδόξων ἔντιμοι, ἔνιοι δὲ τὰς ἰδίας οἰκίας τῶν δημοσίων οἰκοδομημάτων σεμνοτέρας εἰσὶ κατεσκευασμένοι, ὅσῳ δὲ τὰ τῆς πόλεως ἐλάττω γέγονεν, τοσούτῳ τὰ τούτων ηὔξηται. |
[21] Και αν προτίμησα να διατυπώσω αυτή τη διαφορετική άποψη, δεν το έκανα για να ενοχλήσω κάποιους από σας· γιατί δεν είμαι τόσο ανόητος ούτε τόσο αδικημένος από την τύχη ώστε να θέλω να γίνω μισητός, όταν πιστεύω ότι δεν προσφέρω κάποιαν ωφέλεια. Αλλά θεωρώ χρέος δίκαιου πολίτη να θέσει τη σωτηρία της πόλης πάνω από τη δημοτικότητα που θα αποκτήσει με την ομιλία του. Έχω ακουστά, όπως και εσείς ίσως, ότι επί των προγόνων μας οι πολιτικοί άνδρες, ο ξακουστός Αριστείδης, ο Νικίας, ο συνονόματός μου Δημοσθένης, ο Περικλής, που όλοι οι ρήτορες τους επαινούν, αλλά δεν τους μιμούνται και πολύ, είχαν αυτή την τακτική και αυτή την αρχή στην άσκηση της πολιτικής. [22] Αφότου όμως εμφανίστηκαν οι ρήτορες που σας ρωτούν «τί επιθυμείτε; τί να εισηγηθώ; ποιά χάρη να σας κάνω;» από εκείνη τη στιγμή θυσιάστηκαν απερίσκεπτα τα συμφέροντα της πόλης με αντάλλαγμα μια πρόσκαιρη δημοτικότητα· γι᾽ αυτό συμβαίνουν τέτοια πράγματα· γι᾽ αυτό όλες οι υποθέσεις αυτών πηγαίνουν καλά, ενώ οι δικές σας είναι για ντροπή. |
Το παράδειγμα και το ήθος των παλιών και των τωρινών Αθηναίων. |