Τοῖα μὲν ἠπείλησεν ἐοικότα παρθενικῇσιν.
θηλείης δὲ Λέανδρος ὅτ᾽ ἔκλυεν οἶστρον ἀπειλῆς,
130 ἔγνω πειθομένων σημήια παρθενικάων·
καὶ γὰρ ὅτ᾽ ἠιθέοισιν ἀπειλείουσι γυναῖκες,
Κυπριδίων ὀάρων αὐτάγγελοί εἰσιν ἀπειλαί.
παρθενικῆς δ᾽ εὔοδμον ἐύχροον αὐχένα κύσσας
τοῖον μῦθον ἔειπε πόθου βεβολημένος οἴστρῳ·
135«Κύπρι φίλη μετὰ Κύπριν, Ἀθηναίη μετ᾽ Ἀθήνην,
οὐ γὰρ ἐπιχθονίῃσιν ἴσην καλέω σε γυναιξίν,
ἀλλά σε θυγατέρεσσι Διὸς Κρονίωνος ἐίσκω,
ὄλβιος, ὅς σε φύτευσε, καὶ ὀλβίη, ἣ τέκε μήτηρ,
γαστήρ, ἥ σε λόχευσε, μακαρτάτη. ἀλλὰ λιτάων
140 ἡμετέρων ἐπάκουε, πόθου δ᾽ οἴκτειρον ἀνάγκην.
Κύπριδος ὡς ἱέρεια μετέρχεο Κύπριδος ἔργα·
δεῦρ᾽ ἴθι μυστιπόλευε γαμήλια θεσμὰ θεαίνης.
παρθένον οὐκ ἐπέοικεν ὑποδρήσσειν Κυθερείῃ,
παρθενικαῖς οὐ Κύπρις ἰαίνεται. ἢν δ᾽ ἐθελήσῃς
145 θεσμὰ θεῆς ἐρόεντα καὶ ὄργια κεδνὰ δαῆναι,
ἔστι γάμος καὶ λέκτρα. σὺ δ᾽, εἰ φιλέεις Ἀφροδίτην,
θελξινόων ἀγάπαζε μελίφρονα θεσμὸν Ἐρώτων.
σὸν δ᾽ ἱκέτην με κόμιζε καί, ἢν ἐθέλῃς, παρακοίτην,
τόν σοι ἔρως ἤγρευσεν ἑοῖς βελέεσσι κιχήσας,
150 ὡς θρασὺν Ἡρακλῆα θοὸς χρυσόρραπις Ἑρμῆς
θητεύειν ἐκόμισσεν Ἰαρδανίῃ ποτὲ νύμφῃ.
σοὶ δέ με Κύπρις ἔπεμψε καὶ οὐ σοφὸς ἤγαγεν Ἑρμῆς.
παρθένος οὔ σε λέληθεν ἀπ᾽ Ἀρκαδίης Ἀταλάντη,
ἥ ποτε Μειλανίωνος ἐρασσαμένου φύγεν εὐνὴν
155 παρθενίης ἀλέγουσα· χολωομένης δ᾽ Ἀφροδίτης,
τὸν πάρος οὐκ ἐπόθησεν, ἐνὶ κραδίῃ θέτο πάσῃ.
πείθεο καὶ σύ, φίλη, μὴ Κύπριδι μῆνιν ἐγείρῃς.»
|