χὢ μὲν τόσσ᾽ εἰπὼν ἀπεπαύσατο· τὸν δ᾽ Ἀφροδίτα
ἤθελ᾽ ἀνορθῶσαι· τά γε μὰν λίνα πάντα λελοίπει
140 ἐκ Μοιρᾶν, χὠ Δάφνις ἔβα ῥόον. ἔκλυσε δίνα
τὸν Μοίσαις φίλον ἄνδρα, τὸν οὐ Νύμφαισιν ἀπεχθῆ.
λήγετε βουκολικᾶς, Μοῖσαι, ἴτε λήγετ᾽ ἀοιδᾶς.
καὶ τὺ δίδου τὰν αἶγα τό τε σκύφος, ὥς κεν ἀμέλξας
σπείσω ταῖς Μοίσαις. ὦ χαίρετε πολλάκι, Μοῖσαι,
145 χαίρετ᾽· ἐγὼ δ᾽ ὔμμιν καὶ ἐς ὕστερον ἅδιον ᾀσῶ.
ΑΙΠΟΛΟΣ
πλῆρές τοι μέλιτος τὸ καλὸν στόμα, Θύρσι, γένοιτο,
πλῆρες δὲ σχαδόνων, καὶ ἀπ᾽ Αἰγίλω ἰσχάδα τρώγοις
ἁδεῖαν, τέττιγος ἐπεὶ τύγα φέρτερον ᾄδεις.
ἠνίδε τοι τὸ δέπας· θᾶσαι, φίλος, ὡς καλὸν ὄσδει·
150 Ὡρᾶν πεπλύσθαι νιν ἐπὶ κράναισι δοκησεῖς.
ὧδ᾽ ἴθι, Κισσαίθα· τὺ δ᾽ ἄμελγέ νιν. αἱ δὲ χίμαιραι,
οὐ μὴ σκιρτασῆτε, μὴ ὁ τράγος ὔμμιν ἀναστῇ.
|