ΕΙΣ ΑΡΤΕΜΙΝ Ἄρτεμιν —οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι—
ὑμνέομεν, τῇ τόξα λαγωβολίαι τε μέλονται
καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι,
ἄρχμενοι ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι
5 παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα·
«δός μοι παρθενίην αἰώνιον, ἄππα, φυλάσσειν,
καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζῃ·
δὸς δ᾽ ἰοὺς καὶ τόξα — ἔα, πάτερ, οὔ σε φαρέτρην
οὐδ᾽ αἰτέω μέγα τόξον· ἐμοὶ Κύκλωπες ὀιστούς
10 αὐτίκα τεχνήσονται, ἐμοὶ δ᾽ εὐκαμπὲς ἄεμμα·
ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα
ζώννυσθαι λεγνωτόν, ἵν᾽ ἄγρια θηρία καίνω.
δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας,
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους·
15 δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας,
αἵ τέ μοι ἐνδρομίδας τε καὶ ὁππότε μηκέτι λύγκας
μήτ᾽ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν.
δὸς δέ μοι οὔρεα πάντα· πόλιν δέ μοι ἥντινα νεῖμον,
ἥντινα λῇς· σπαρνὸν γὰρ ὅτ᾽ Ἄρτεμις ἄστυ κάτεισιν·
20 οὔρεσιν οἰκήσω, πόλεσιν δ᾽ ἐπιμείξομαι ἀνδρῶν
μοῦνον ὅτ᾽ ὀξείῃσιν ὑπ᾽ ὠδίνεσσι γυναῖκες
τειρόμεναι καλέωσι βοηθόον, ᾗσί με Μοῖραι
γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν.
ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα
25 μήτηρ, ἀλλ᾽ ἀμογητὶ φίλων ἀπεθήκατο γυίων.»
ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρός
ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανύσσατο χεῖρας,
μέχρις ἵνα ψαύσειε. πατὴρ δ᾽ ἐπένευσε γελάσσας,
φῆ δὲ καταρρέζων· «ὅτε μοι τοιαῦτα θέαιναι
30 τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης
χωομένης ἀλέγοιμι. φέρευ, τέκος, ὅσσ᾽ ἐθελημός
αἰτίζεις, καὶ δ᾽ ἄλλα πατὴρ ἔτι μείζονα δώσει.
τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω,
τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν
35 εἴσεται, ἀλλὰ μόνην σέ, καὶ Ἀρτέμιδος καλέεσθαι·
πολλὰς δὲ ξυνῇ πόλιας διαμετρήσασθαι
μεσσόγεως νήσους τε· καὶ ἐν πάσῃσιν ἔσονται
Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα· καὶ μὲν ἀγυιαῖς
ἔσσῃ καὶ λιμένεσσιν ἐπίσκοπος.» ὣς ὃ μὲν εἰπών
40 μῦθον ἐπεκρήηνε καρήατι· βαῖνε δὲ κούρη
Λευκὸν ἐπὶ Κρηταῖον ὄρος κεκομημένον ὕλῃ,
ἔνθεν ἐπ᾽ Ὠκεανόν· πολέας δ᾽ ἐπελέξατο νύμφας,
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς,
45 οὕνεκα θυγατέρας Λητωίδι πέμπον ἀμορβούς.
|