ΚΝΗΜΩΝ
εἶτ᾽ οὐ μακάριος ἦν ὁ Περσεὺς κατὰ δύο
τρόπους ἐκεῖνος, ὅτι πετηνὸς ἐγένετο
155 κοὐδενὶ συνήντα τῶν βαδιζόντων χαμαί,
εἶθ᾽ ὅτι τοιοῦτο κτῆμ᾽ ἐκέκτηθ᾽ ᾧ λίθους
ἅπαντας ἐπόει τοὺς ἐνοχλοῦντας; ὅπερ ἐμοὶ
νυνὶ γένοιτ᾽· οὐδὲν γὰρ ἀφθονώτερον
λιθίνων γένοιτ᾽ ‹ἂν› ἀνδριάντων πανταχοῦ.
160 νῦν δ᾽ οὐ βιωτόν ἐστι, μὰ τὸν Ἀσκληπιόν.
λαλοῦσ᾽ ἐπεμβαίνοντες εἰς τὸ χωρίον
ἤδη· παρ᾽ αὐτὴν τὴν ὁδὸν γάρ, νὴ Δία,
εἴωθα διατρίβειν· ὃς οὐδ᾽ ἐργάζομαι
τοῦτο τὸ μέρος ‹τοῦ› χωρίου, πέφευγα δὲ
165 διὰ τοὺς παριόντας. ἀλλ᾽ ἐπὶ τοὺς λόφους ἄνω
ἤδη διώκουσ᾽. ὢ πολυπληθείας ὄχλου.
οἴμοι, πάλιν τις οὑτοσὶ πρὸς ταῖς θύραις
ἕστηκεν ἡμῶν. ΣΩ. ἆρα τυπτήσει γέ με;
ΚΝ. ἐρημίας οὐκ ἔστιν οὐδαμοῦ τυχεῖν,
170 οὐδ᾽ ἂν ἀπάγξασθαί τις ἐπιθυμῶν τύχῃ.
ΣΩ. ἐμοὶ χαλεπαίνει; περιμένω, πάτερ, τινὰ
ἐνταῦθα· συνεθέμην γάρ. (ΚΝ.) οὐκ ἐγὼ ᾽λεγον;
τουτὶ στοὰν νενομίκατ᾽ ἢ τὸ τοῦ Λεώ;
πρὸς τὰς ἐμὰς θύρας, ἐὰν ἰδεῖν τινα
175 βούλησθε, συντάττεσθ᾽ ἀπαντᾶν· παντελῶς,
καὶ θῶκον οἰκοδομήσατ᾽, ἂν ἔχητε νοῦν,
μᾶλλον δὲ καὶ συνέδριον. ὢ τάλας ἐγώ,
ἐπηρεασμὸς τὸ κακὸν εἶναί μοι δοκεῖ.
ΣΩ. οὐ τοῦ τυχόντος, ὡς ἐμοὶ δοκεῖ, πόνου
180 τουτὶ τὸ πρᾶγμά ‹γ᾽› ἀλλὰ συντονωτέρου.
πρόδηλόν ἐστιν. ἆρ᾽ ἐγὼ πορεύσομαι
ἐπὶ τὸν Γέταν τὸν τοῦ πατρός; νὴ τοὺς θεοὺς
ἔγωγ᾽· ἔχει ‹τι› διάπυρον καὶ πραγμάτων
ἔμπειρός ἐστιν παντοδαπῶν· τὸ δύσκολον
185 τὸ τοῦδ᾽ ἐκεῖνος ‹πᾶν› ἀπώσετ᾽, οἶδ᾽ ἐγώ.
τὸ μὲν χρόνον γὰρ ἐμποεῖν τῷ πράγματι
ἀποδοκιμάζω. πόλλ᾽ ἐν ἡμέρᾳ μιᾷ
γένοιτ᾽ ἄν. ἀλλὰ τὴν θύραν πέπληχέ τις.
|