ΠΑΡΟΔΟΣ 140 ΧΟ. ἔγειρ᾽, ἔγειρε καὶ σὺ τήνδ᾽, ἐγὼ δὲ σέ.
εὕδεις; ἀνίστω, κἀπολακτίσασ᾽ ὕπνον,
ἰδώμεθ᾽ εἴ τι τοῦδε φροιμίου ματᾷ.
― ἰοὺ ἰοὺ πόπαξ. ἐπάθομεν, φίλαι, [στρ. α]
(― ἦ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγώ.)
145 ἐπάθομεν πάθος δυσαχές, ὦ πόποι,
ἄφερτον κακόν.
― ἐξ ἀρκύων πέπτωκεν, οἴχεται δ᾽ ὁ θήρ.
― ὕπνῳ κρατηθεῖσ᾽ ἄγραν ὤλεσα.
― ἰὼ παῖ Διός· ἐπίκλοπος πέλῃ, [ἀντ. α]
150 (― νέος δὲ γραίας δαίμονας καθιππάσω.)
τὸν ἱκέταν σέβων, ἄθεον ἄνδρα καὶ
τοκεῦσιν πικρόν.
― τὸν μητραλοίαν δ᾽ ἐξέκλεψας ὢν θεός.
― τί τῶνδ᾽ ἐρεῖ τις δικαίως ἔχειν;
― ἐμοὶ δ᾽ ὄνειδος ἐξ ὀνειράτων μολὸν [στρ. β] 155
ἔτυψεν δίκαν διφρηλάτου
μεσολαβεῖ κέντρῳ,
ὑπὸ φρένας, ὑπὸ λοβόν.
160 πάρεστι μαστίκτορος δαΐου δαμίου
βαρὺ περίβαρυ τὸ κρύος ἔχειν.
― τοιαῦτα δρῶσιν οἱ νεώτεροι θεοί, [ἀντ. β]
κρατοῦντες τὸ πᾶν δίκας πλέον.
φονολιβῆ θρόνον,
165 περὶ πόδα, περὶ κάρα—
πάρεστι γᾶς ὀμφαλὸν προσδρακεῖν αἱμάτων
βλοσυρὸν ἀρόμενον ἄγος ἔχειν.
― ἐφεστίῳ δὲ μάντις ὢν μιάσματι [στρ. γ]
170 μυχὸν ἐχράνατ᾽ αὐτόσσυτος, αὐτόκλητος,
παρὰ νόμον θεῶν βρότεα μὲν τίων,
παλαιγενεῖς δὲ μοίρας φθίσας.
― κἀμοί γε λυπρός, καὶ τὸν οὐκ ἐκλύσεται, [ἀντ. γ]
175 ὑπὸ δὲ γᾶν φυγὼν οὔ ποτ᾽ ἐλευθεροῦται.
ποτιτρόπαιος ὢν δ᾽ ἕτερον ἐν κάρᾳ
μιάστορ᾽ εἶσιν οὗ πάσεται.
|