165 ΗΛ. κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω,
‹ἄρηξον,› Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶ
125 τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς
εὐχάς, πατρῴων δωμάτων ἐπισκόπους,
καὶ γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται
θρέψασά τ᾽ αὖθις τῶνδε κῦμα λαμβάνει·
κἀγὼ χέουσα τάσδε χέρνιβας νεκροῖς
130 λέγω καλοῦσα πατέρ᾽· Ἐποίκτιρόν τ᾽ ἐμέ,
φίλον τ᾽ Ὀρέστην φῶς ἄναψον ἐν δόμοις.
πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθα
πρὸς τῆς τεκούσης, ἄνδρα δ᾽ ἀντηλλάξατο
Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος.
135 κἀγὼ μὲν ἀντίδουλος· ἐκ δὲ χρημάτων
φεύγων Ὀρέστης ἐστίν, οἱ δ᾽ ὑπερκόπως
ἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα.
ἐλθεῖν δ᾽ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ
κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ·
140 αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ
μητρὸς γενέσθαι χεῖρά τ᾽ εὐσεβεστέραν.
ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δ᾽ ἐναντίοις
λέγω φανῆναί σου, πάτερ, τιμάορον,
καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ.
145ταῦτ᾽ ἐν μέσῳ τίθημι τῆς κακῆς ἀρᾶς,
κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν·
ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω,
σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ.
τοιαῖσδ᾽ ἐπ᾽ εὐχαῖς τάσδ᾽ ἐπισπένδω χοάς.
150 ὑμᾶς δὲ κωκυτοῖσ᾽ ἐπανθίζειν νόμος,
παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας.
ΧΟ. ἵετε δάκρυ καναχὲς ὀλόμενον
ὀλομένῳ δεσπότᾳ,
πρὸς ἔρυμα τόδε κεδνῶν κακῶν τ᾽
155 ἀπότροπον, ἄγος ἀπεύχετον,
κεχυμένων χοᾶν. κλύε δέ μοι, σέβας,
κλύ᾽, ὦ δέσποτ᾽, ἐξ ἀμαυρᾶς φρενός.
ὀτοτοτοτοτοτοῖ,
160 ἰώ, τίς δορυσθενὴς ‹εἶσ᾽› ἀνήρ,
ἀναλυτὴρ δόμων, Σκύθην τ᾽ ἐν χεροῖν
[παλίντον᾽ ἐν ἔργῳ βέλη] πιπάλλων Ἄρη
σχέδιά τ᾽ αὐτόκωπα νωμῶν βέλη;
|