Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΗΡΟΔΟΤΟΣ

Ἱστορίαι (2.35.1-2.42.6)

[2.35.1] Ἔρχομαι δὲ περὶ Αἰγύπτου μηκυνέων τὸν λόγον, ὅτι πλεῖστα θωμάσια ἔχει [ἢ ἡ ἄλλη πᾶσα χώρη] καὶ ἔργα λόγου μέζω παρέχεται πρὸς πᾶσαν χώρην· τούτων εἵνεκα πλέω περὶ αὐτῆς εἰρήσεται. [2.35.2] Αἰγύπτιοι ἅμα τῷ οὐρανῷ τῷ κατὰ σφέας ἐόντι ἑτεροίῳ καὶ τῷ ποταμῷ φύσιν ἀλλοίην παρεχομένῳ ἢ οἱ ἄλλοι ποταμοί, τὰ πολλὰ πάντα ἔμπαλιν τοῖσι ἄλλοισι ἀνθρώποισι ἐστήσαντο ἤθεά τε καὶ νόμους, ἐν τοῖσι αἱ μὲν γυναῖκες ἀγοράζουσι καὶ καπηλεύουσι, οἱ δὲ ἄνδρες κατ᾽ οἴκους ἐόντες ὑφαίνουσι· ὑφαίνουσι δὲ οἱ μὲν ἄλλοι ἄνω τὴν κρόκην ὠθέοντες, Αἰγύπτιοι δὲ κάτω. [2.35.3] τὰ ἄχθεα οἱ μὲν ἄνδρες ἐπὶ τῶν κεφαλέων φορέουσι, αἱ δὲ γυναῖκες ἐπὶ τῶν ὤμων. οὐρέουσι αἱ μὲν γυναῖκες ὀρθαί, οἱ δὲ ἄνδρες κατήμενοι. εὐμαρείῃ χρέωνται ἐν τοῖσι οἴκοισι, ἐσθίουσι δὲ ἔξω ἐν τῇσι ὁδοῖσι, ἐπιλέγοντες ὡς τὰ μὲν αἰσχρὰ ἀναγκαῖα δὲ ἐν ἀποκρύφῳ ἐστὶ ποιέειν χρεόν, τὰ δὲ μὴ αἰσχρὰ ἀναφανδόν. [2.35.4] ἱρᾶται γυνὴ μὲν οὐδεμία οὔτε ἔρσενος θεοῦ οὔτε θηλέης, ἄνδρες δὲ πάντων τε καὶ πασέων. τρέφειν τοὺς τοκέας τοῖσι μὲν παισὶ οὐδεμία ἀνάγκη μὴ βουλομένοισι, τῇσι δὲ θυγατράσι πᾶσα ἀνάγκη καὶ μὴ βουλομένῃσι. [2.36.1] οἱ ἱρέες τῶν θεῶν τῇ μὲν ἄλλῃ κομῶσι, ἐν Αἰγύπτῳ δὲ ξυρῶνται. τοῖσι ἄλλοισι ἀνθρώποισι νόμος ἅμα κήδεϊ κεκάρθαι τὰς κεφαλὰς τοὺς μάλιστα ἱκνέεται, Αἰγύπτιοι δὲ ὑπὸ τοὺς θανάτους ἀνιεῖσι τὰς τρίχας αὔξεσθαι τάς τε ἐν τῇ κεφαλῇ καὶ τῷ γενείῳ, τέως ἐξυρημένοι. [2.36.2] τοῖσι μὲν ἄλλοισι ἀνθρώποισι χωρὶς θηρίων ‹ἡ› δίαιτα ἀποκέκριται, Αἰγυπτίοισι δὲ ὁμοῦ θηρίοισι ἡ δίαιτά ἐστι. ἀπὸ πυρῶν καὶ κριθέων ὧλλοι ζώουσι, Αἰγυπτίων δὲ τῷ ποιευμένῳ ἀπὸ τούτων τὴν ζόην ὄνειδος μέγιστόν ἐστι, ἀλλὰ ἀπὸ ὀλυρέων ποιεῦνται σιτία, τὰς ζειὰς μετεξέτεροι καλέουσι. [2.36.3] φυρῶσι τὸ μὲν σταῖς τοῖσι ποσί, τὸν δὲ πηλὸν τῇσι χερσί, [καὶ τὴν κόπρον ἀναιρέονται]. τὰ αἰδοῖα ὧλλοι μὲν ἐῶσι ὡς ἐγένοντο, πλὴν ὅσοι ἀπὸ τούτων ἔμαθον, Αἰγύπτιοι δὲ περιτάμνονται. εἵματα τῶν μὲν ἀνδρῶν ἕκαστος ἔχει δύο, τῶν δὲ γυναικῶν ἓν ἑκάστη. [2.36.4] τῶν ἱστίων τοὺς κρίκους καὶ τοὺς κάλους οἱ μὲν ἄλλοι ἔξωθεν προσδέουσι, Αἰγύπτιοι δὲ ἔσωθεν. γράμματα γράφουσι καὶ λογίζονται ψήφοισι Ἕλληνες μὲν ἀπὸ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιὰ φέροντες τὴν χεῖρα, Αἰγύπτιοι δὲ ἀπὸ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερά· καὶ ποιεῦντες ταῦτα αὐτοὶ μέν φασι ἐπιδέξια ποιέειν, Ἕλληνας δὲ ἐπαρίστερα. διφασίοισι δὲ γράμμασι χρέωνται, καὶ τὰ μὲν αὐτῶν ἱρά, τὰ δὲ δημοτικὰ καλέεται. [2.37.1] θεοσεβέες δὲ περισσῶς ἐόντες μάλιστα πάντων ἀνθρώπων νόμοισι τοιοισίδε χρέωνται. ἐκ χαλκέων ποτηρίων πίνουσι, διασμῶντες ἀνὰ πᾶσαν ἡμέρην, οὐκ ὁ μέν, ὁ δ᾽ οὔ, ἀλλὰ πάντες. [2.37.2] εἵματα δὲ λίνεα φορέουσι αἰεὶ νεόπλυτα, ἐπιτηδεύοντες τοῦτο μάλιστα. τά τε αἰδοῖα περιτάμνονται καθαρειότητος εἵνεκεν, προτιμῶντες καθαροὶ εἶναι ἢ εὐπρεπέστεροι. οἱ δὲ ἱρέες ξυρῶνται πᾶν τὸ σῶμα διὰ τρίτης ἡμέρης, ἵνα μήτε φθεὶρ μήτε ἄλλο μυσαρὸν μηδὲν ἐγγίνηταί σφι θεραπεύουσι τοὺς θεούς. [2.37.3] ἐσθῆτα δὲ φορέουσι οἱ ἱρέες λινέην μούνην καὶ ὑποδήματα βύβλινα· ἄλλην δέ σφι ἐσθῆτα οὐκ ἔξεστι λαβεῖν οὐδὲ ὑποδήματα ἄλλα. λοῦνται δὲ δίς τε τῆς ἡμέρης ἑκάστης ψυχρῷ καὶ δὶς ἑκάστης νυκτός. ἄλλας τε θρησκηίας ἐπιτελέουσι μυρίας ὡς εἰπεῖν λόγῳ. [2.37.4] πάσχουσι δὲ καὶ ἀγαθὰ οὐκ ὀλίγα· οὔτε τι γὰρ τῶν οἰκηίων τρίβουσι οὔτε δαπανῶνται, ἀλλὰ καὶ σιτία σφί ἐστι ἱρὰ πεσσόμενα, καὶ κρεῶν βοέων καὶ χηνέων πλῆθός τι ἑκάστῳ γίνεται πολλὸν ἡμέρης ἑκάστης, δίδοται δέ σφι καὶ οἶνος ἀμπέλινος· ἰχθύων δὲ οὔ σφι ἔξεστι πάσασθαι. [2.37.5] κυάμους δὲ οὔτε τι μάλα σπείρουσι Αἰγύπτιοι ἐν τῇ χώρῃ, τούς τε γενομένους οὔτε τρώγουσι οὔτε ἕψοντες πατέονται· οἱ δὲ δὴ ἱρέες οὐδὲ ὁρέοντες ἀνέχονται, νομίζοντες οὐ καθαρὸν εἶναί μιν ὄσπριον. ἱρᾶται δὲ οὐκ εἷς ἑκάστου τῶν θεῶν ἀλλὰ πολλοί, τῶν εἷς ἐστι ἀρχιερέως· ἐπεὰν δέ τις ἀποθάνῃ, τούτου ὁ παῖς ἀντικατίσταται. [2.38.1] τοὺς δὲ βοῦς τοὺς ἔρσενας τοῦ Ἐπάφου εἶναι νομίζουσι καὶ τούτου εἵνεκα δοκιμάζουσι αὐτοὺς ὧδε· τρίχα ἢν καὶ μίαν ἴδηται ἐπεοῦσαν μέλαιναν, οὐ καθαρὸν εἶναι νομίζει. [2.38.2] δίζηται δὲ ταῦτα ἐπὶ τούτῳ τεταγμένος τῶν τις ἱρέων καὶ ὀρθοῦ ἑστεῶτος τοῦ κτήνεος καὶ ὑπτίου καὶ τὴν γλῶσσαν ἐξειρύσας, εἰ καθαρὴ τῶν προκειμένων σημηίων, τὰ ἐγὼ ἐν ἄλλῳ λόγῳ ἐρέω. κατορᾷ δὲ καὶ τὰς τρίχας τῆς οὐρῆς εἰ κατὰ φύσιν ἔχει πεφυκυίας. [2.38.3] ἢν δὲ τούτων πάντων ᾖ καθαρός, σημαίνεται βύβλῳ περὶ τὰ κέρεα εἱλίσσων καὶ ἔπειτα γῆν σημαντρίδα ἐπιπλάσας ἐπιβάλλει τὸν δακτύλιον· καὶ οὕτω ἀπάγουσι. ἀσήμαντον δὲ θύσαντι θάνατος ἡ ζημίη ἐπίκειται. δοκιμάζεται μέν νυν τὸ κτῆνος τρόπῳ τοιῷδε, θυσίη δέ σφι ἥδε κατέστηκε· [2.39.1] ἀγαγόντες τὸ σεσημασμένον κτῆνος πρὸς τὸν βωμὸν ὅκου ἂν θύωσι, πῦρ ἀνακαίουσι, ἔπειτα δὲ ἐπ᾽ αὐτοῦ οἶνον κατὰ τοῦ ἱρηίου ἐπισπείσαντες καὶ ἐπικαλέσαντες τὸν θεὸν σφάζουσι, σφάξαντες δὲ ἀποτάμνουσι τὴν κεφαλήν. [2.39.2] σῶμα μὲν δὴ τοῦ κτήνεος δείρουσι, κεφαλῇ δὲ κείνῃ πολλὰ καταρησάμενοι φέρουσι, τοῖσι μὲν ἂν ᾖ ἀγορὴ καὶ Ἕλληνές σφι ἔωσι ἐπιδήμιοι ἔμποροι, οἱ δὲ φέροντες ἐς τὴν ἀγορὴν ἀπ᾽ ὦν ἔδοντο, τοῖσι δὲ ἂν μὴ παρέωσι Ἕλληνες, οἱ δ᾽ ἐκβάλλουσι ἐς τὸν ποταμόν. [2.39.3] καταρῶνται δὲ τάδε λέγοντες τῇσι κεφαλῇσι, εἴ τι μέλλει ἢ σφίσι τοῖσι θύουσι ἢ Αἰγύπτῳ τῇ συναπάσῃ κακὸν γενέσθαι, ἐς κεφαλὴν ταύτην τραπέσθαι. [2.39.4] κατὰ μέν νυν τὰς κεφαλὰς τῶν θυομένων κτηνέων καὶ τὴν ἐπίσπεισιν τοῦ οἴνου πάντες Αἰγύπτιοι νόμοισι τοῖσι αὐτοῖσι χρέωνται ὁμοίως ἐς πάντα τὰ ἱρά, καὶ ἀπὸ τούτου τοῦ νόμου οὐδὲ ἄλλου οὐδενὸς ἐμψύχου κεφαλῆς γεύσεται Αἰγυπτίων οὐδείς. [2.40.1] ἡ δὲ δὴ ἐξαίρεσις τῶν ἱρῶν καὶ ἡ καῦσις ἄλλη περὶ ἄλλο ἱρόν σφι κατέστηκε. τὴν δ᾽ ὦν μεγίστην τε δαίμονα ἥγηνται εἶναι καὶ μεγίστην οἱ ὁρτὴν ἀνάγουσι, ταύτην ἔρχομαι ἐρέων. [2.40.2] ἐπεὰν ἀποδείρωσι τὸν βοῦν, κατευξάμενοι κοιλίην μὲν κείνην πᾶσαν ἐξ ὦν εἷλον, σπλάγχνα δὲ αὐτοῦ λείπουσι ἐν τῷ σώματι καὶ τὴν πιμελήν, σκέλεα δὲ ἀποτάμνουσι καὶ τὴν ὀσφὺν ἄκρην καὶ τοὺς ὤμους τε καὶ τὸν τράχηλον. [2.40.3] ταῦτα δὲ ποιήσαντες τὸ ἄλλο σῶμα τοῦ βοὸς πιμπλᾶσι ἄρτων καθαρῶν καὶ μέλιτος καὶ ἀσταφίδος καὶ σύκων καὶ λιβανωτοῦ καὶ σμύρνης καὶ τῶν ἄλλων θυωμάτων, πλήσαντες δὲ τούτων καταγίζουσι, ἔλαιον ἄφθονον καταχέοντες. [2.40.4] προνηστεύσαντες δὲ θύουσι, καιομένων δὲ τῶν ἱρῶν τύπτονται πάντες· ἐπεὰν δὲ ἀποτύψωνται, δαῖτα προτιθέαται τὰ ἐλίποντο τῶν ἱρῶν. [2.41.1] τοὺς μέν νυν καθαροὺς βοῦς τοὺς ἔρσενας καὶ τοὺς μόσχους οἱ πάντες Αἰγύπτιοι θύουσι, τὰς δὲ θηλέας οὔ σφι ἔξεστι θύειν, ἀλλ᾽ ἱραί εἰσι τῆς Ἴσιος. [2.41.2] τὸ γὰρ τῆς Ἴσιος ἄγαλμα ἐὸν γυναικήιον βούκερών ἐστι, κατά περ Ἕλληνες τὴν Ἰοῦν γράφουσι, καὶ τὰς βοῦς τὰς θηλέας Αἰγύπτιοι πάντες ὁμοίως σέβονται προβάτων πάντων μάλιστα μακρῷ. [2.41.3] τῶν εἵνεκα οὔτε ἀνὴρ Αἰγύπτιος οὔτε γυνὴ ἄνδρα Ἕλληνα φιλήσειε ἂν τῷ στόματι, οὐδὲ μαχαίρῃ ἀνδρὸς Ἕλληνος χρήσεται οὐδ᾽ ὀβελοῖσι οὐδὲ λέβητι, οὐδὲ κρέως καθαροῦ βοὸς διατετμημένου Ἑλληνικῇ μαχαίρῃ γεύσεται. [2.41.4] θάπτουσι δὲ τοὺς ἀποθνῄσκοντας βοῦς τρόπον τόνδε· τὰς μὲν θηλέας ἐς τὸν ποταμὸν ἀπιεῖσι, τοὺς δὲ ἔρσενας κατορύσσουσι ἕκαστοι ἐν τοῖσι προαστείοισι, τὸ κέρας τὸ ἕτερον ἢ καὶ ἀμφότερα ὑπερέχοντα σημηίου εἵνεκεν· ἐπεὰν δὲ σαπῇ καὶ προσίῃ ὁ τεταγμένος χρόνος, ἀπικνέεται ἐς ἑκάστην πόλιν βᾶρις ἐκ τῆς Προσωπίτιδος καλεομένης νήσου. [2.41.5] ἡ δ᾽ ἔστι μὲν ἐν τῷ Δέλτα, περίμετρον δὲ αὐτῆς εἰσὶ σχοῖνοι ἐννέα. ἐν ταύτῃ ὦν τῇ Προσωπίτιδι νήσῳ ἔνεισι μὲν καὶ ἄλλαι πόλιες συχναί, ἐκ τῆς δὲ αἱ βάριες παραγίνονται ἀναιρησόμεναι τὰ ὀστέα τῶν βοῶν, οὔνομα τῇ πόλι Ἀτάρβηχις, ἐν δ᾽ αὐτῇ Ἀφροδίτης ἱρὸν ἅγιον ἵδρυται. [2.41.6] ἐκ ταύτης τῆς πόλιος πλανῶνται πολλοὶ ἄλλοι ἐς ἄλλας πόλις, ἀνορύξαντες δὲ τὰ ὀστέα ἀπάγουσι καὶ θάπτουσι ἐς ἕνα χῶρον πάντες. κατὰ ταὐτὰ δὲ τοῖσι βουσὶ καὶ τἆλλα κτήνεα θάπτουσι ἀποθνῄσκοντα. καὶ γὰρ περὶ ταῦτα οὕτω σφι νενομοθέτηται· κτείνουσι γὰρ δὴ οὐδὲ ταῦτα. [2.42.1] ὅσοι μὲν δὴ Διὸς Θηβαιέος ἵδρυνται ἱρὸν ἢ νομοῦ τοῦ Θηβαίου εἰσί, οὗτοι μὲν [νῦν] πάντες ὀΐων ἀπεχόμενοι αἶγας θύουσι. [2.42.2] θεοὺς γὰρ δὴ οὐ τοὺς αὐτοὺς ἅπαντες ὁμοίως Αἰγύπτιοι σέβονται, πλὴν Ἴσιός τε καὶ Ὀσίριος, τὸν δὴ Διόνυσον εἶναι λέγουσι· τούτους δὲ ὁμοίως ἅπαντες σέβονται. ὅσοι δὲ τοῦ Μένδητος ἔκτηνται ἱρὸν ἢ νομοῦ τοῦ Μενδησίου εἰσί, οὗτοι δὲ αἰγῶν ἀπεχόμενοι ὄϊς θύουσι. [2.42.3] Θηβαῖοι μέν νυν καὶ ὅσοι διὰ τούτους ὀΐων ἀπέχονται, διὰ τάδε λέγουσι τὸν νόμον τόνδε σφίσι τεθῆναι· Ἡρακλέα θελῆσαι πάντως ἰδέσθαι τὸν Δία καὶ τὸν οὐκ ἐθέλειν ὀφθῆναι ὑπ᾽ αὐτοῦ, τέλος δέ, ἐπείτε λιπαρέειν τὸν Ἡρακλέα, τὸν Δία μηχανήσασθαι ‹τάδε›· [2.42.4] κριὸν ἐκδείραντα προσχέσθαι τε τὴν κεφαλὴν ἀποταμόντα τοῦ κριοῦ καὶ ἐνδύντα τὸ νάκος οὕτω οἱ ἑωυτὸν ἐπιδέξαι. ἀπὸ τούτου κριοπρόσωπον τοῦ Διὸς τὤγαλμα ποιεῦσι Αἰγύπτιοι, ἀπὸ δὲ Αἰγυπτίων Ἀμμώνιοι, ἐόντες Αἰγυπτίων τε καὶ Αἰθιόπων ἄποικοι καὶ φωνὴν μεταξὺ ἀμφοτέρων νομίζοντες. [2.42.5] δοκέειν δέ μοι, καὶ τὸ οὔνομα Ἀμμώνιοι ἀπὸ τοῦδε σφίσι τὴν ἐπωνυμίην ἐποιήσαντο· Ἀμοῦν γὰρ Αἰγύπτιοι καλέουσι τὸν Δία. τοὺς δὲ κριοὺς οὐ θύουσι Θηβαῖοι, ἀλλ᾽ εἰσί σφι ἱροὶ διὰ τοῦτο. [2.42.6] μιῇ δὲ ἡμέρῃ τοῦ ἐνιαυτοῦ, ἐν ὁρτῇ τοῦ Διός, κριὸν ἕνα κατακόψαντες καὶ ἀποδείραντες κατὰ τὠυτὸ ἐνδύουσι τὤγαλμα τοῦ Διὸς καὶ ἔπειτα ἄλλο ἄγαλμα Ἡρακλέος προσάγουσι πρὸς αὐτό. ταῦτα δὲ ποιήσαντες τύπτονται οἱ περὶ τὸ ἱρὸν ἅπαντες τὸν κριὸν καὶ ἔπειτα ἐν ἱρῇ θήκῃ θάπτουσι αὐτόν.

[2.35.1] Για την Αίγυπτο όμως πρόκειται να μιλήσω δια μακρών, επειδή από οποιαδήποτε άλλη χώρα αυτή διαθέτει τα περισσότερα θαυμαστά πράγματα, και τα έργα της υπερβαίνουν κάθε περιγραφή σε σύγκριση με τις άλλες χώρες· για τους παραπάνω λόγους θα πω περισσότερα σχετικά με αυτήν. [2.35.2] Μαζί με το ξεχωριστό κλίμα τους, που είναι διαφορετικό, και με τη φύση του ποταμού τους, που είναι αλλιώτικη από των άλλων ποταμών, οι Αιγύπτιοι έχουν θεσπίσει και όλα σχεδόν τα ήθη και τα έθιμά τους αντίθετα με των άλλων ανθρώπων· στους Αιγύπτιους, οι γυναίκες πηγαίνουν στην αγορά, αυτές κάνουν το λιανεμπόριο, ενώ οι άνδρες μένουν στο σπίτι και υφαίνουν· και ενώ οι άλλοι άνθρωποι υφαίνουν σπρώχνοντας το υφάδι προς τα επάνω, οι Αιγύπτιοι το σπρώχνουν προς τα κάτω. [2.35.3] Τα φορτία οι άνδρες τα κουβαλούν στο κεφάλι τους, οι γυναίκες στους ώμους. Οι γυναίκες ουρούν ορθές, οι άνδρες καθιστοί. Οι Αιγύπτιοι αποπατούν μέσα στα σπίτια τους, αλλά τρώνε έξω στους δρόμους, με το επιχείρημα ότι οι αισχρές ανάγκες πρέπει να γίνονται κρυφά, αλλά οι μη αισχρές φανερά. [2.35.4] Ιέρειες δεν υπάρχουν καθόλου, ούτε για θεούς ούτε για θεές: όλων των θεοτήτων οι ιερείς, αρσενικών και θηλυκών, είναι άνδρες. Τα αγόρια δεν είναι υποχρεωμένα να τρέφουν τους γονείς τους, αν δεν το θέλουν, αλλά τα κορίτσια είναι υποχρεωμένα, έστω και αν δεν το θέλουν.
[2.36.1] Στους άλλους τόπους οι ιερείς των θεών αφήνουν μακριά τα μαλλιά τους, στην Αίγυπτο ξυρίζονται. Στους άλλους ανθρώπους συνηθίζεται, όταν υπάρχει πένθος, οι στενοί συγγενείς να κόβουν τα μαλλιά τους, ενώ οι Αιγύπτιοι ξυρισμένοι τον άλλον καιρό, μόλις πεθάνει κανείς, αφήνουν να μεγαλώνουν οι τρίχες στο κεφάλι και στα γένια τους. [2.36.2] Οι άλλοι άνθρωποι ζουν χωριστά από τα ζώα, οι Αιγύπτιοι ζουν μαζί με τα ζώα. Οι άλλοι τρέφονται με σιτάρι και κριθάρι, αλλά για τους Αιγυπτίους είναι μεγάλη ντροπή να τρώει κανείς τέτοια πράγματα: οι ίδιοι σιτίζονται με ασπροσίταρο, αυτό που άλλοι το λένε ασπροκαλάμποκο. [2.36.3] Τη ζύμη τη ζυμώνουν με τα πόδια, αλλά τον πηλό με τα χέρια, και την κοπριά τη φυλάνε. Τα γεννητικά τους όργανα οι άλλοι άνθρωποι τα αφήνουν όπως είναι καμωμένα, ενώ οι Αιγύπτιοι μόνο, καθώς και όσοι πήραν απ᾽ αυτούς τη συνήθεια, κάνουν περιτομή. Το ρούχο των ανδρών αποτελείται από δυο κομμάτια, των γυναικών από ένα. [2.36.4] Τους κρίκους και τα σχοινιά για τα πανιά οι άλλοι άνθρωποι τα δένουν απ᾽ έξω, οι Αιγύπτιοι από μέσα. Οι Έλληνες γράφουν τα γράμματα και κάνουν τους λογαριασμούς φέροντας το χέρι από τα αριστερά προς τα δεξιά, οι Αιγύπτιοι από τα δεξιά προς τα αριστερά· μολοντούτο, οι Αιγύπτιοι λένε ότι οι ίδιοι γράφουν προς τα δεξιά και οι Έλληνες προς τα αριστερά. Οι Αιγύπτιοι χρησιμοποιούν δύο ειδών γράμματα, που λέγονται τα πρώτα ιερά, τα δεύτερα δημώδη.
[2.37.1] Καθώς είναι περισσότερο θεοφοβούμενοι από όλους τους ανθρώπους, οι Αιγύπτιοι ακολουθούν τούτα τα έθιμα: πίνουν από χάλκινα ποτήρια που τα καθαρίζουν κάθε μέρα, και τούτο δεν το κάνουν μόνο μερικοί, αλλά όλοι γενικά. [2.37.2] Φορούν λινά ρούχα, πάντοτε φρεσκοπλυμένα, και αυτό είναι κάτι που το φροντίζουν πολύ. Και την περιτομή στα γεννητικά τους όργανα για λόγους καθαριότητας την κάνουν, επειδή προτιμούν να είναι καθαροί παρά κόσμιοι. Όσο για τους ιερείς, μέρα παρά μέρα, ξυρίζουν όλο τους το σώμα ώστε να μην πιάνουν ούτε ψείρες ούτε κανένα άλλο βρομερό ζωύφιο ενώ υπηρετούν τους θεούς. [2.37.3] Οι ιερείς φορούν μονοκόμματο λινό ρούχο και σανδάλια από πάπυρο· δεν τους επιτρέπεται να φορούν ούτε άλλο ρούχο ούτε άλλα ποδήματα. Πλένονται με κρύο νερό δυο φορές την ημέρα και δυο φορές τη νύχτα. Τηρούν και άλλα θρησκευτικά έθιμα, αμέτρητα, που λέει ο λόγος. [2.37.4] Έχουν όμως και ευεργετήματα που δεν είναι λίγα: δεν καταναλώνουν ούτε ξοδεύουν τίποτε από το έχει τους, αλλά τους μαγειρεύουν ιερή τροφή, κάθε μέρα δίνουν στον καθένα τους άφθονο βοδινό κρέας και κρέας από χήνα, τους δίνουν μάλιστα και κρασί από σταφύλι. Ψάρια δεν τους επιτρέπεται να τρώνε. [2.37.5] Κουκιά οι Αιγύπτιοι δεν σπέρνουν στον τόπο τους, και όσα φυτρώνουν, δεν τα τρώνε ούτε ωμά ούτε μαγειρεμένα· οι ιερείς μάλιστα δεν θέλουν ούτε στα μάτια τους να τα βλέπουν, επειδή θεωρούν ότι τα όσπρια αυτά δεν είναι αγνά. Τον κάθε Θεό δεν τον υπηρετεί ένας ιερέας αλλά πολλοί, και απ᾽ αυτούς ο ένας είναι ο αρχιερέας· όταν κάποιος πεθάνει, τον αντικαθιστά ο γιος του.
[2.38.1] Οι Αιγύπτιοι θεωρούν ότι οι ταύροι ανήκουν στον Έπαφο, και γι᾽ αυτό τους υποβάλλουν στην ακόλουθη εξέταση: αν δουν ότι υπάρχει απάνω στον ταύρο έστω και μια μαύρη τρίχα, τότε θεωρούν ότι το ζώο δεν είναι αγνό. [2.38.2] Την εξέταση αυτή την κάνει ένας από τους ιερείς, ειδικά ταγμένος, που ψάχνει το ζώο και ορθό και ξαπλωμένο, και που του τραβάει έξω τη γλώσσα για να δει αν είναι καθαρή από ορισμένα σημάδια για τα οποία θα κάνω λόγο σε άλλο σημείο. Ο ιερέας εξετάζει επίσης τις τρίχες της ουράς αν είναι φυσιολογικά φυτρωμένες. [2.38.3] Και αν ο ταύρος βρεθεί καθαρός από όλα τούτα, ο ιερέας τον σημαδεύει τυλίγοντάς του πάπυρο γύρω στα κέρατα, ύστερα του βάζει το χώμα το ειδικό για το σημάδεμα, που το σφραγίζει με το δαχτυλίδι του, και τότε παίρνουν τον ταύρο. Όποιος θυσιάσει ασημάδευτον ταύρο τιμωρείται με θάνατο. Μ᾽ αυτον λοιπόν τον τρόπο εξετάζεται το ζώο· όσο για τη θυσία, γίνεται ως εξής:
[2.39.1] Αφού οδηγήσουν το σημαδεμένο ζώο στον βωμό όπου θα το θυσιάσουν, ανάβουν φωτιά, ύστερα ραντίζουν το ιερό σφάγιο με κρασί πάνω στο βωμό, και επικαλούμενοι τον Θεό το σφάζουν, και αφού το σφάξουν, του κόβουν το κεφάλι. [2.39.2] Το σώμα του ζώου το γδέρνουν· το κεφάλι του όμως, αφού του ρίξουν όλες τις κατάρες, το παίρνουν, και όπου υπάρχει αγορά και βρίσκονται Έλληνες έμποροι, το πηγαίνουν εκεί και το πουλάνε· όπου όμως δεν υπάρχουν Έλληνες, το πετάνε στον ποταμό. [2.39.3] Και οι κατάρες που λένε στο κεφάλι είναι τούτες: αν πρόκειται να βρει κακό είτε αυτούς που κάνουν τη θυσία είτε την Αίγυπτο γενικά, να πέσει απάνω στο κεφάλι. [2.39.4] Σχετικά με τα κεφάλια των ζώων που θυσιάζονται και με το ράντισμα με κρασί, οι Αιγύπτιοι όλοι ακολουθούν τα ίδια έθιμα, σε όλες τις θυσίες, και εξαιτίας αυτού του εθίμου κανένας Αιγύπτιος δεν τρώει κεφάλι ούτε από άλλο κανένα ζωντανό.
[2.40.1] Όσο όμως για την αφαίρεση των σπλάχνων και την καύση των ζώων, αυτά τα πράγματα γίνονται διαφορετικά από τη μια θυσία στην άλλη. Θα μιλήσω ωστόσο για τη θεά που οι Αιγύπτιοι θεωρούν ότι είναι η μεγαλύτερη και που της κάνουν τη μεγαλύτερη εορτή. [2.40.2] Όταν λοιπόν γδάρουν πια το ζώο και πουν τις προσευχές τους, του αφαιρούν ολόκληρο το στομάχι, αφήνουν μέσα στο σώμα τα εντόσθια και το ξίγκι, και του κόβουν τα πόδια, την άκρη της νεφραμιάς, τη σπάλα και το σβέρκο. [2.40.3] Αφού γίνουν όλα αυτά, γεμίζουν το υπόλοιπο σώμα του ταύρου με αγνό ψωμί, μέλι, σταφίδες, σύκα, λιβάνι, σμύρνα και άλλα αρώματα, και αφού το γεμίσουν με όλα αυτά τα πράγματα, το καίνε ραντίζοντάς το με άφθονο λάδι. [2.40.4] Πριν από τη θυσία νηστεύουν, και όσο γίνεται το κάψιμο, μοιρολογούν όλοι· και όταν πια πάψουν τον θρήνο, στρώνουν τραπέζι με ό,τι έχει απομείνει από τη θυσία.
[2.41.1] Όλοι οι Αιγύπτιοι θυσιάζουν αγνούς ταύρους και μοσχαράκια· αγελάδες όμως δεν επιτρέπεται να θυσιάζουν, γιατί οι αγελάδες είναι ιερές, ανήκουν στην Ίσιδα. [2.41.2] Άλλωστε, το άγαλμα της Ίσιδας, άγαλμα γυναίκας, έχει κέρατα αγελάδας, όπως δηλαδή απεικονίζουν οι Έλληνες την Ιώ, και τις αγελάδες όλοι οι Αιγύπτιοι τις σέβονται εξίσου, πολύ περισσότερο από όλα τα βοσκήματα. [2.41.3] Για τον λόγο αυτό, ουδέποτε Αιγύπτιος ή Αιγυπτία θα φιλούσαν Έλληνα στο στόμα ούτε θα χρησιμοποιούσαν το μαχαίρι του, τη σούβλα του ή το λεβέτι του, ούτε θα γεύονταν κρέας από αγνό βόδι, εφόσον το βόδι θα ήταν τεμαχισμένο με ελληνικό μαχαίρι. [2.41.4] Τα βοοειδή που ψοφούν, οι Αιγύπτιοι τα θάβουν με τον ακόλουθο τρόπο: τις αγελάδες τις ρίχνουν στο ποτάμι, ενώ τους ταύρους τούς παραχώνουν στα περίχωρα του κάθε τόπου, με το ένα κέρατό τους ή και τα δυο να προεξέχουν για σημάδι· όταν το ζώο αποσυντεθεί και περάσει ο καθορισμένος χρόνος, φτάνει στην κάθε πόλη μια μαούνα από τη νήσο τη λεγόμενη Προσωπίτιδα· [2.41.5] το νησί αυτό βρίσκεται στο Δέλτα και έχει περίμετρο εννέα σχοίνους. Στο νησί υπάρχουν και πολλές άλλες πόλεις, και το όνομα της πόλης απ᾽ όπου έρχονται οι μαούνες για να παραλάβουν τα οστά των βοδιών, είναι Ατάρβηχις, και υπάρχει εκεί ιερός ναός της Αφροδίτης. [2.41.6] Απ᾽ αυτή την πόλη ξεκινούν πολλοί για τις άλλες πόλεις, και αφού ξεθάψουν τα οστά, τα πηγαίνουν και τα θάβουν όλοι σε ένα χώρο. Με τον ίδιο τρόπο όπως τα βόδια θάβουν οι Αιγύπτιοι και τα άλλα ζώα που ψοφάνε· γιατί έτσι είναι τα σχετικά έθιμά τους, και δεν σκοτώνουν ούτε αυτά.
[2.42.1] Όσοι Αιγύπτιοι έχουν στον τόπο τους ιερό του Δία του Θηβαίου ή είναι από τον νομό της Θήβας, απέχουν όλοι από τα πρόβατα και θυσιάζουν γίδες. [2.42.2] Γιατί οι Αιγύπτιοι δεν λατρεύουν όλοι εξίσου τους ίδιους θεούς, εκτός από την Ίσιδα και τον Όσιρη, που λένε μάλιστα ότι είναι ο Διόνυσος: αυτούς τους δύο τούς λατρεύουν όλοι εξίσου. Όσοι όμως διαθέτουν ιερό του Μένδητα ή είναι από τον Μενδήσιο νομό, απέχουν από τις γίδες και θυσιάζουν πρόβατα. [2.42.3] Οι Θηβαίοι λοιπόν και όσοι τους ακολουθούν και δεν θυσιάζουν πρόβατα, λένε ότι το έθιμο αυτό καθιερώθηκε ανάμεσά τους για τον εξής λόγο: ο Ηρακλής θέλησε κάποτε να αντικρίσει οπωσδήποτε τον Δία, αλλά ο Δίας δεν ήθελε να τον δει ο Ηρακλής· στο τέλος όμως, επειδή ο Ηρακλής συνέχισε τα παρακάλια του, ο Δίας σκαρφίστηκε το εξής: [2.42.4] έγδαρε ένα κριάρι, του έκοψε το κεφάλι, το κράτησε ψηλά μπροστά του, ντύθηκε την προβιά, και έτσι παρουσιάστηκε. Για το λόγο αυτό οι Αιγύπτιοι φτιάχνουν το άγαλμα του Δία με πρόσωπο κριαριού, και από τους Αιγυπτίους πήραν παράδειγμα και οι Αμμώνιοι, που είναι άποικοι των Αιγυπτίων και των Αιθιόπων και μιλούν γλώσσα ενδιάμεση ανάμεσα στις δύο άλλες. [2.42.5] Νομίζω μάλιστα ότι από εδώ έβγαλαν και το όνομά τους οι Αμμώνιοι· γιατί οι Αιγύπτιοι τον Δία τον λένε Αμούν. Οι Θηβαίοι δεν θυσιάζουν κριάρια, επειδή, γι᾽ αυτόν τον λόγο, είναι γι᾽ αυτούς ιερά. [2.42.6] Και μια φορά τον χρόνο, στην εορτή του Δία, κομματιάζουν ένα κριάρι, το γδέρνουν με τον ίδιο τρόπο, το φορούν στο άγαλμα του Δία και ύστερα φέρνουν κοντά του ένα άλλο άγαλμα, του Ηρακλή. Και αφού κάνουν αυτά τα πράγματα, όλοι όσοι βρίσκονται γύρω στο ιερό, μοιρολογούν το κριάρι και ύστερα το θάβουν σε τάφον ιερό.