ΧΟ. ἀμηχανῶ φροντίδος στερηθεὶς [στρ. δ] 1530
εὐπάλαμον μέριμναν
ὅπᾳ τράπωμαι, πίτνοντος οἴκου.
δέδοικα δ᾽ ὄμβρου κτύπον δομοσφαλῆ
τὸν αἱματηρόν. ψακὰς δὲ λήγει;
1535 δίκην [δ᾽] ἐπ᾽ ἄλλο πρᾶγμα θηγάνει βλάβης
πρὸς ἄλλαις θηγάναισι Μοῖρα.
— ἰὼ γᾶ γᾶ, εἴθ᾽ ἔμ᾽ ἐδέξω, [ἐφύμν. γ]
πρὶν τόνδ᾽ ἐπιδεῖν ἀργυροτοίχου
1540 δροίτης κατέχοντα χάμευναν.
τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων;
ἦ σὺ τόδ᾽ ἔρξαι τλήσῃ, κτείνασ᾽
ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι,
1545 ψυχῇ τ᾽ ἄχαριν χάριν ἀντ᾽ ἔργων
μεγάλων ἀδίκως ἐπικρᾶναι;
— τίς δ᾽ ἐπιτύμβιος αἶνον ἐπ᾽ ἀνδρὶ θείῳ
σὺν δακρύοις ἰάπτων
1550 ἀληθείᾳ φρενῶν πονήσει;
ΚΛ. οὐ σὲ προσήκει τὸ μέλημ᾽ ἀλέγειν
τοῦτο· πρὸς ἡμῶν
κάππεσε, κάτθανε, καὶ καταθάψομεν
οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων,
1555 ἀλλ᾽ Ἰφιγένειά νιν ἀσπασίως
θυγάτηρ, ὡς χρή,
πατέρ᾽ ἀντιάσασα πρὸς ὠκύπορον
πόρθμευμ᾽ ἀχέων
περὶ χεῖρε βαλοῦσα φιλήσει.
ΧΟ. ὄνειδος ἥκει τόδ᾽ ἀντ᾽ ὀνείδους, [ἀντ. γ] 1560
δύσμαχα δ᾽ ἐστὶ κρῖναι.
φέρει φέροντ᾽, ἐκτίνει δ᾽ ὁ καίνων.
μίμνει δὲ μίμνοντος ἐν θρόνῳ Διὸς
παθεῖν τὸν ἔρξαντα· θέσμιον γάρ.
1565 τίς ἂν γονὰν ἀραῖον ἐκβάλοι δόμων;
κεκόλληται γένος πρὸς ἄτᾳ.
‹— ἰὼ γᾶ γᾶ, εἴθ᾽ ἔμ᾽ ἐδέξω, [ἐφύμν. γ]
πρὶν τόνδ᾽ ἐπιδεῖν ἀργυροτοίχου
δροίτης κατέχοντα χάμευναν.
τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων;
ἦ σὺ τόδ᾽ ἔρξαι τλήσῃ, κτείνασ᾽
ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι,
ψυχῇ τ᾽ ἄχαριν χάριν ἀντ᾽ ἔργων
μεγάλων ἀδίκως ἐπικρᾶναι;
— τίς δ᾽ ἐπιτύμβιος αἶνον ἐπ᾽ ἀνδρὶ θείῳ
σὺν δακρύοις ἰάπτων
ἀληθείᾳ φρενῶν πονήσει;›
ΚΛ. ἐς τόνδ᾽ ἐνέβη σὺν ἀληθείᾳ
χρησμός. ἐγὼ δ᾽ οὖν
ἐθέλω δαίμονι τῷ Πλεισθενιδᾶν
1570 ὅρκους θεμένη τάδε μὲν στέργειν,
δύστλητά περ ὄνθ᾽· ὃ δὲ λοιπόν, ἰόντ᾽
ἐκ τῶνδε δόμων ἄλλην γενεὰν
τρίβειν θανάτοις αὐθένταισι·
κτεάνων δὲ μέρος
1575 βαιὸν ἐχούσῃ πᾶν ἀπόχρη μοι,
μανίας μελάθρων
ἀλληλοφόνους ἀφελούσῃ.
|