Οἵα δ᾽ ἐν πινυταῖσι περικλειτὰ Βερενίκα
35 ἔπρεπε θηλυτέρῃς, ὄφελος μέγα γειναμένοισι.
τᾷ μὲν Κύπρον ἔχοισα Διώνας πότνια κούρα
κόλπον ἐς εὐώδη ῥαδινὰς ἐσεμάξατο χεῖρας·
τῷ οὔπω τινὰ φαντὶ ἁδεῖν τόσον ἀνδρὶ γυναικῶν
ὅσσον περ Πτολεμαῖος ἑὴν ἐφίλησεν ἄκοιτιν.
40 ἦ μὰν ἀντεφιλεῖτο πολὺ πλέον. ὧδέ κε παισί
θαρσήσας σφετέροισιν ἐπιτρέποι οἶκον ἅπαντα,
ὁππότε κεν φιλέων βαίνῃ λέχος ἐς φιλεούσης·
ἀστόργου δὲ γυναικὸς ἐπ᾽ ἀλλοτρίῳ νόος αἰεί,
ῥηίδιοι δὲ γοναί, τέκνα δ᾽ οὐ ποτεοικότα πατρί.
45 κάλλει ἀριστεύουσα θεάων πότν᾽ Ἀφροδίτα,
σοὶ τήνα μεμέλητο· σέθεν δ᾽ ἕνεκεν Βερενίκα
εὐειδὴς Ἀχέροντα πολύστονον οὐκ ἐπέρασεν,
ἀλλά μιν ἁρπάξασα, πάροιθ᾽ ἐπὶ νῆα κατελθεῖν
κυανέαν καὶ στυγνὸν ἀεὶ πορθμῆα καμόντων,
50 ἐς ναὸν κατέθηκας, ἑᾶς δ᾽ ἀπεδάσσαο τιμᾶς.
πᾶσιν δ᾽ ἤπιος ἥδε βροτοῖς μαλακοὺς μὲν ἔρωτας
προσπνείει, κούφας δὲ διδοῖ ποθέοντι μερίμνας.
Ἀργεία κυάνοφρυ, σὺ λαοφόνον Διομήδεα
μισγομένα Τυδῆι τέκες, Καλυδωνίῳ ἀνδρί,
55 ἀλλὰ Θέτις βαθύκολπος ἀκοντιστὰν Ἀχιλῆα
Αἰακίδᾳ Πηλῆι· σὲ δ᾽, αἰχμητὰ Πτολεμαῖε,
αἰχμητᾷ Πτολεμαίῳ ἀρίζηλος Βερενίκα.
καί σε Κόως ἀτίταλλε βρέφος νεογιλλὸν ἐόντα,
δεξαμένα παρὰ ματρὸς ὅτε πρώταν ἴδες ἀῶ.
60 ἔνθα γὰρ Εἰλείθυιαν ἐβώσατο λυσίζωνον
Ἀντιγόνας θυγάτηρ βεβαρημένα ὠδίνεσσιν·
ἣ δέ οἱ εὐμενέοισα παρίστατο, κὰδ δ᾽ ἄρα πάντων
νωδυνίαν κατέχευε μελῶν· ὃ δὲ πατρὶ ἐοικώς
παῖς ἀγαπητὸς ἔγεντο. Κόως δ᾽ ὀλόλυξεν ἰδοῖσα,
65 φᾶ δὲ καθαπτομένα βρέφεος χείρεσσι φίλῃσιν·
«ὄλβιε κοῦρε γένοιο, τίοις δέ με τόσσον ὅσον περ
Δῆλον ἐτίμησεν κυανάμπυκα Φοῖβος Ἀπόλλων·
ἐν δὲ μιᾷ τιμῇ Τρίοπον καταθεῖο κολώναν,
[ἶσον Δωριέεσσι νέμων γέρας ἐγγὺς ἐοῦσιν,]
70 ἶσον καὶ Ῥήναιαν ἄναξ ἐφίλησεν Ἀπόλλων.»
ὣς ἄρα νᾶσος ἔειπεν· ὁ δ᾽ ὑψόθεν ἔκλαγε φωνᾷ
ἐς τρὶς ἀπὸ νεφέων μέγας αἰετός, αἴσιος ὄρνις.
Ζηνός που τόδε σᾶμα· Διὶ Κρονίωνι μέλοντι
αἰδοῖοι βασιλῆες, ὃ δ᾽ ἔξοχος ὅν κε φιλήσῃ
75 γεινόμενον τὰ πρῶτα· πολὺς δέ οἱ ὄλβος ὀπαδεῖ,
πολλᾶς δὲ κρατέει γαίας, πολλᾶς δὲ θαλάσσας.
|