ΧΟ. φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος, [στρ. β]
μηδὲ δεμνιοτήρης,
1450 μόλοι τὸν ἀεὶ φέρουσ᾽ ἐν ἡμῖν
Μοῖρ᾽ ἀτέλευτον ὕπνον, δαμέντος
φύλακος εὐμενεστάτου [καὶ]
πολέα τλάντος γυναικὸς διαί; πρὸς γυναι-
κὸς δ᾽ ἀπέφθισεν βίον.
— ἰὼ ἰὼ παράνους Ἑλένα [ἐφύμν. α] 1455
μία τὰς πολλάς, τὰς πάνυ πολλὰς
ψυχὰς ὀλέσασ᾽ ὑπὸ Τροίᾳ,
νῦν τελέαν πολύμναστον ἐπηνθίσω
1460 δι᾽ αἷμ᾽ ἄνιπτον ἥτις ἦν τότ᾽ ἐν δόμοις
ἔρις ἐρίδματος, ἀνδρὸς οἰζύς.
ΚΛ. μηδὲν θανάτου μοῖραν ἐπεύχου
τοῖσδε βαρυνθείς·
μηδ᾽ εἰς Ἑλένην κότον ἐκτρέψῃς,
1465 ὡς ἀνδρολέτειρ᾽, ὡς μία πολλῶν
ἀνδρῶν ψυχὰς Δαναῶν ὀλέσασ᾽
ἀξύστατον ἄλγος ἔπραξε.
ΧΟ. δαῖμον, ὃς ἐμπίτνεις δώμασι καὶ διφυί- [ἀντ. β]
οισι Τανταλίδαισιν,
1470 κράτος ‹τ᾽› ἰσόψυχον ἐκ γυναικῶν
καρδιόδηκτον ἐμοὶ κρατύνεις,
ἐπὶ δὲ σώματος δίκαν [μοι]
κόρακος ἐχθροῦ σταθεὶς ἐννόμως ὕμνον ὑ-
μνεῖν ἐπεύχεαι ‹κακόν›.
‹— ἰὼ ἰὼ παράνους Ἑλένα [ἐφύμν. α]
μία τὰς πολλάς, τὰς πάνυ πολλὰς
ψυχὰς ὀλέσασ᾽ ὑπὸ Τροίᾳ,
νῦν τελέαν πολύμναστον ἐπηνθίσω
δι᾽ αἷμ᾽ ἄνιπτον ἥτις ἦν τότ᾽ ἐν δόμοις
ἔρις ἐρίδματος, ἀνδρὸς οἰζύς.›
1475 ΚΛ. νῦν δ᾽ ὤρθωσας στόματος γνώμην,
τὸν τριπάχυντον
δαίμονα γέννης τῆσδε κικλῄσκων.
ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς
νείρᾳ τρέφεται· πρὶν καταλῆξαι
1480 τὸ παλαιὸν ἄχος, νέος ἰχώρ.
|