Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας
Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7
ΑΡΙΣΤΟΤΕΛΗΣ
Ἠθικὰ Νικομάχεια (1122a-1122b)
[II] Δόξαι δ᾽ ἂν ἀκόλουθον εἶναι καὶ περὶ μεγαλοπρεπείας διελθεῖν. δοκεῖ γὰρ καὶ αὐτὴ περὶ χρήματά τις ἀρετὴ εἶναι· οὐχ ὥσπερ δ᾽ ἡ ἐλευθεριότης διατείνει περὶ πάσας τὰς ἐν χρήμασι πράξεις, ἀλλὰ περὶ τὰς δαπανηρὰς μόνον· ἐν τούτοις δ᾽ ὑπερέχει τῆς ἐλευθεριότητος μεγέθει. καθάπερ γὰρ τοὔνομα αὐτὸ ὑποσημαίνει, ἐν μεγέθει πρέπουσα δαπάνη ἐστίν. τὸ δὲ μέγεθος πρός τι· οὐ γὰρ τὸ αὐτὸ δαπάνημα τριηράρχῳ καὶ ἀρχιθεωρῷ. τὸ πρέπον δὴ πρὸς αὐτόν, καὶ ἐν ᾧ καὶ περὶ ὅ. ὁ δ᾽ ἐν μικροῖς ἢ ἐν μετρίοις κατ᾽ ἀξίαν δαπανῶν οὐ λέγεται μεγαλοπρεπής, οἷον τὸ «πολλάκι δόσκον ἀλήτῃ,» ἀλλ᾽ ὁ ἐν μεγάλοις οὕτως. ὁ μὲν γὰρ μεγαλοπρεπὴς ἐλευθέριος, ὁ δ᾽ ἐλευθέριος οὐδὲν μᾶλλον μεγαλοπρεπής. τῆς τοιαύτης δ᾽ ἕξεως ἡ μὲν ἔλλειψις μικροπρέπεια καλεῖται, ἡ δ᾽ ὑπερβολὴ βαναυσία καὶ ἀπειροκαλία καὶ ὅσαι τοιαῦται, οὐχ ὑπερβάλλουσαι τῷ μεγέθει περὶ ἃ δεῖ, ἀλλ᾽ ἐν οἷς οὐ δεῖ καὶ ὡς οὐ δεῖ λαμπρυνόμεναι· ὕστερον δ᾽ ὑπὲρ αὐτῶν ἐροῦμεν. ὁ δὲ μεγαλοπρεπὴς ἐπιστήμονι ἔοικεν· τὸ πρέπον γὰρ δύναται θεωρῆσαι καὶ δαπανῆσαι μεγάλα ἐμμελῶς. ὥσπερ [1122b] γὰρ ἐν ἀρχῇ εἴπομεν, ἡ ἕξις ταῖς ἐνεργείαις ὁρίζεται, καὶ ὧν ἐστίν. αἱ δὴ τοῦ μεγαλοπρεποῦς δαπάναι μεγάλαι καὶ πρέπουσαι. τοιαῦτα δὴ καὶ τὰ ἔργα· οὕτω γὰρ ἔσται μέγα δαπάνημα καὶ πρέπον τῷ ἔργῳ. ὥστε τὸ μὲν ἔργον τῆς δαπάνης ἄξιον δεῖ εἶναι, τὴν δὲ δαπάνην τοῦ ἔργου, ἢ καὶ ὑπερβάλλειν. δαπανήσει δὲ τὰ τοιαῦτα ὁ μεγαλοπρεπὴς τοῦ καλοῦ ἕνεκα· κοινὸν γὰρ τοῦτο ταῖς ἀρεταῖς. καὶ ἔτι ἡδέως καὶ προετικῶς· ἡ γὰρ ἀκριβολογία μικροπρεπές. καὶ πῶς κάλλιστον καὶ πρεπωδέστατον, σκέψαιτ᾽ ἂν μᾶλλον ἢ πόσου καὶ πῶς ἐλαχίστου. ἀναγκαῖον δὴ καὶ ἐλευθέριον τὸν μεγαλοπρεπῆ εἶναι. καὶ γὰρ ὁ ἐλευθέριος δαπανήσει ἃ δεῖ καὶ ὡς δεῖ· ἐν τούτοις δὲ τὸ μέγα τοῦ μεγαλοπρεποῦς, οἷον μέγεθος, περὶ ταῦτα τῆς ἐλευθεριότητος οὔσης, καὶ ἀπὸ τῆς ἴσης δαπάνης τὸ ἔργον ποιήσει μεγαλοπρεπέστερον. οὐ γὰρ ἡ αὐτὴ ἀρετὴ κτήματος καὶ ἔργου. κτῆμα μὲν γὰρ τὸ πλείστου ἄξιον τιμιώτατον, οἷον χρυσός, ἔργον δὲ τὸ μέγα καὶ καλόν (τοῦ γὰρ τοιούτου ἡ θεωρία θαυμαστή, τὸ δὲ μεγαλοπρεπὲς θαυμαστόν)· καὶ ἔστιν ἔργου ἀρετή, μεγαλοπρέπεια, ἐν μεγέθει. |
[2] Φυσική συνέχεια θα μπορούσε να θεωρηθεί πως είναι να μιλήσουμε τώρα και για τη μεγαλοπρέπεια. Γιατί και αυτή θεωρείται αρετή που σχετίζεται με τα χρήματα και, γενικά, με τα υλικά αγαθά· μόνο που αυτή, σε αντίθεση με την ελευθεριότητα που απλώνεται σε όλες τις σχετικές με τα χρήματα πράξεις, σχετίζεται μόνο με τις πράξεις που έχουν να κάνουν με δαπάνες, και σ᾽ αυτές ξεπερνάει την ελευθεριότητα από την άποψη του μεγέθους. Γιατί όπως δηλώνει και η ίδια η λέξη, η μεγαλοπρέπεια είναι μια «πρέπουσα» δαπάνη σε μέγεθος. |