ΔΙ. εὖ γ᾽, ὦ Παλάμηδες, ὦ σοφωτάτη φύσις.
ταυτὶ πότερ᾽ αὐτὸς ηὗρες ἢ Κηφισοφῶν;
ΕΥ. ἐγὼ μόνος· τὰς δ᾽ ὀξίδας Κηφισοφῶν.
ΔΙ. τί δαὶ σύ; τί λέγεις; AΙ. τὴν πόλιν νῦν μοι φράσον
1455πρῶτον τίσι χρῆται· πότερα τοῖς χρηστοῖς; ΔΙ. πόθεν;
μισεῖ κάκιστα, τοῖς πονηροῖς δ᾽ ἥδεται.
ΑΙ. οὐ δῆτ᾽ ἐκείνη γ᾽, ἀλλὰ χρῆται πρὸς βίαν.
πῶς οὖν τις ἂν σώσειε τοιαύτην πόλιν,
ᾗ μήτε χλαῖνα μήτε σισύρα ξυμφέρει;
1460ΔΙ. εὕρισκε νὴ Δί᾽, εἴπερ ἀναδύσει πάλιν.
ΑΙ. ἐκεῖ φράσαιμ᾽ ἄν, ἐνθαδὶ δ᾽ οὐ βούλομαι.
ΔΙ. μὴ δῆτα σύ γ᾽, ἀλλ᾽ ἐνθένδ᾽ ἀνίει τἀγαθά.
ΑΙ. τὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίων
εἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολεμίων,
1465πόρον δὲ τὰς ναῦς, ἀπορίαν δὲ τὸν πόρον.
ΔΙ. εὖ, πλήν γ᾽ ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος.
ΠΛ. κρίνοις ἄν. ΔΙ. αὕτη σφῷν κρίσις γενήσεται.
αἱρήσομαι γὰρ ὅνπερ ἡ ψυχὴ θέλει.
ΕΥ. μεμνημένος νυν τῶν θεῶν οὓς ὤμοσας
1470ἦ μὴν ἀπάξειν μ᾽ οἴκαδ᾽, αἱροῦ τοὺς φίλους.
ΔΙ. ἡ γλῶττ᾽ ὀμώμοκ᾽, Αἰσχύλον δ᾽ αἱρήσομαι.
ΕΥ. τί δέδρακας, ὦ μιαρώτατ᾽ ἀνθρώπων; ΔΙ. ἐγώ;
ἔκρινα νικᾶν Αἰσχύλον. τιὴ γὰρ οὔ;
ΕΥ. αἴσχιστον ἔργον προσβλέπεις μ᾽ εἰργασμένος;
1475ΔΙ. τί δ᾽ αἰσχρόν, ἢν μὴ τοῖς θεωμένοις δοκῇ;
ΕΥ. ὦ σχέτλιε, περιόψει με δὴ τεθνηκότα;
ΔΙ. «τίς δ᾽ οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν»,
τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον;
ΠΛ. χωρεῖτε τοίνυν, ὦ Διόνυσ᾽, εἴσω. ΔΙ. τί δαί;
1480ΠΛ. ἵνα ξενίσω ‹᾽γώ› σφω πρὶν ἀποπλεῖν. ΔΙ. εὖ λέγεις
νὴ τὸν Δί᾽· οὐ γὰρ ἄχθομαι τῷ πράγματι.
|