ΔΙ. ἀλλ᾽ ὧνπερ ἕνεκα τήνδε τὴν σκευὴν ἔχων
ἦλθον κατὰ σὴν μίμησιν, ἵνα μοι τοὺς ξένους
110τοὺς σοὺς φράσειας, εἰ δεοίμην, οἷσι σὺ
ἐχρῶ τόθ᾽, ἡνίκ᾽ ἦλθες ἐπὶ τὸν Κέρβερον,
τούτους φράσον μοι, λιμένας, ἀρτοπώλια,
πορνεῖ᾽, ἀναπαύλας, ἐκτροπάς, κρήνας, ὁδούς,
πόλεις, διαίτας, πανδοκευτρίας, ὅπου
115κόρεις ὀλίγιστοι. ΞΑ. περὶ ἐμοῦ δ᾽ οὐδεὶς λόγος.
ΗΡ. ὦ σχέτλιε, τολμήσεις γὰρ ἰέναι; ΔΙ. καὶ σύ γε
μηδὲν ἔτι πρὸς ταῦτ᾽, ἀλλὰ φράζε τῶν ὁδῶν
ὅπῃ τάχιστ᾽ ἀφιξόμεθ᾽ εἰς Ἅιδου κάτω·
καὶ μήτε θερμὴν μήτ᾽ ἄγαν ψυχρὰν φράσῃς.
120ΗΡ. φέρε δή, τίν᾽ αὐτῶν σοι φράσω πρώτην; τίνα;
μία μὲν γὰρ ἔστιν ἀπὸ κάλω καὶ θρανίου,
κρεμάσαντι σαυτόν. ΔΙ. παῦε, πνιγηρὰν λέγεις.
ΗΡ. ἀλλ᾽ ἔστιν ἀτραπὸς ξύντομος τετριμμένη,
ἡ διὰ θυείας. ΔΙ. ἆρα κώνειον λέγεις;
125ΗΡ. μάλιστά γε. ΔΙ. ψυχράν γε καὶ δυσχείμερον·
εὐθὺς γὰρ ἀποπήγνυσι τἀντικνήμια.
ΗΡ. βούλει ταχεῖαν καὶ κατάντη σοι φράσω;
ΔΙ. νὴ τὸν Δί᾽, ὡς ὄντος γε μὴ βαδιστικοῦ.
ΗΡ. καθέρπυσόν νυν εἰς Κεραμεικόν. ΔΙ. κᾆτα τί;
130ΗΡ. ἀναβὰς ἐπὶ τὸν πύργον τὸν ὑψηλόν— ΔΙ. τί δρῶ;
ΗΡ. ἀφιεμένην τὴν λαμπάδ᾽ ἐντεῦθεν θεῶ,
κἄπειτ᾽ ἐπειδὰν φῶσιν οἱ θεώμενοι
«εἷνται,» τόθ᾽ εἷναι καὶ σὺ σαυτόν. ΔΙ. ποῖ; ΗΡ. κάτω.
ΔΙ. ἀλλ᾽ ἀπολέσαιμ᾽ ἂν ἐγκεφάλου θρίω δύο.
135οὐκ ἂν βαδίσαιμι τὴν ὁδὸν ταύτην. ΗΡ. τί δαί;
ΔΙ. ἥνπερ σὺ τότε κατῆλθες. ΗΡ. ἀλλ᾽ ὁ πλοῦς πολύς.
εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ
ἄβυσσον. ΔΙ. εἶτα πῶς γε περαιωθήσομαι;
ΗΡ. ἐν πλοιαρίῳ τυννουτῳί σ᾽ ἀνὴρ γέρων
140ναύτης διάξει δύ᾽ ὀβολὼ μισθὸν λαβών.
|