100 τὰν δ᾽ ἄρα χὠ Δάφνις ποταμείβετο· «Κύπρι βαρεῖα,
Κύπρι νεμεσσατά, Κύπρι θνατοῖσιν ἀπεχθής,
ἤδη γὰρ φράσδῃ πάνθ᾽ ἅλιον ἄμμι δεδύκειν;
Δάφνις κἠν Ἀίδα κακὸν ἔσσεται ἄλγος Ἔρωτι.
ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν ἄρχετ᾽ ἀοιδᾶς.
105 ὡς λέγεται τὰν Κύπριν ὁ βουκόλος· ἕρπε ποτ᾽ Ἴδαν,
[ἕρπε ποτ᾽ Ἀγχίσαν· τηνεὶ δρύες ἠδὲ κύπειρος,
αἱ δὲ καλὸν βομβεῦντι ποτὶ σμάνεσσι μέλισσαι.
ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν ἄρχετ᾽ ἀοιδᾶς.]
ὡραῖος χὤδωνις ὁπεῖ καὶ μῆλα νομεύει.
110 [καὶ πτῶκας βάλλει καὶ θηρία πάντα διώκει.
ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν ἄρχετ᾽ ἀοιδᾶς.]
αὖτις ὅπως στασῇ Διομήδεος ἆσσον ἰοῖσα,
καὶ λέγε “τὸν βούταν νικῶ Δάφνιν, ἀλλὰ μάχευ μοι.”
ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν ἄρχετ᾽ ἀοιδᾶς.
115 ὦ λύκοι, ὦ θῶες, ὦ ἀν᾽ ὤρεα φωλάδες ἄρκτοι,
χαίρεθ᾽· ὁ βουκόλος ὔμμιν ἐγὼ Δάφνις οὐκέτ᾽ ἀν᾽ ὕλαν,
οὐκέτ᾽ ἀνὰ δρυμώς, οὐκ ἄλσεα. χαῖρ᾽, Ἀρέθοισα,
καὶ ποταμοὶ τοὶ χεῖτε καλὸν κατὰ Θύβριδος ὕδωρ.
119 ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν ἄρχετ᾽ ἀοιδᾶς.
123 ὦ Πὰν Πάν, εἴτ᾽ ἐσσὶ κατ᾽ ὤρεα μακρὰ Λυκαίω,
εἴτε τύγ᾽ ἀμφιπολεῖς μέγα Μαίναλον, ἔνθ᾽ ἐπὶ νᾶσον
125 τὰν Σικελάν, Ἑλίκας δὲ λίπε ῥίον αἰπύ τε σᾶμα
τῆνο Λυκαονίδαο, τὸ καὶ μακάρεσσιν ἀγητόν.
λήγετε βουκολικᾶς, Μοῖσαι, ἴτε λήγετ᾽ ἀοιδᾶς.
ἔνθ᾽, ὦναξ, καὶ τάνδε φέρευ πακτοῖο μελίπνουν
ἐκ κηρῶ σύριγγα καλὸν περὶ χεῖλος ἑλικτάν·
130 ἦ γὰρ ἐγὼν ὑπ᾽ Ἔρωτος ἐς Ἅιδαν ἕλκομαι ἤδη,
120 Δάφνις ἐγὼν ὅδε τῆνος ὁ τὰς βόας ὧδε νομεύων,
121 Δάφνις ὁ τὼς ταύρως καὶ πόρτιας ὧδε ποτίσδων.
131 λήγετε βουκολικᾶς, Μοῖσαι, ἴτε λήγετ᾽ ἀοιδᾶς.
νῦν ἴα μὲν φορέοιτε βάτοι, φορέοιτε δ᾽ ἄκανθαι,
ἁ δὲ καλὰ νάρκισσος ἐπ᾽ ἀρκεύθοισι κομάσαι,
πάντα δ᾽ ἄναλλα γένοιτο, καὶ ἁ πίτυς ὄχνας ἐνείκαι,
135 Δάφνις ἐπεὶ θνάσκει, καὶ τὰς κύνας ὥλαφος ἕλκοι,
κἠξ ὀρέων τοὶ σκῶπες ἀηδόσι γαρύσαιντο.»
λήγετε βουκολικᾶς, Μοῖσαι, ἴτε λήγετ᾽ ἀοιδᾶς.
|