ΕΠΕΙΣΟΔΙΟΝ ΠΡΩΤΟΝ ΗΛΕΚΤΡΑ
δμῳαὶ γυναῖκες, δωμάτων εὐθήμονες,
85 ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ
πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι·
τί φῶ χέουσα τάσδε κηδείους χοάς;
πῶς εὔφρον᾽ εἴπω, πῶς κατεύξωμαι πατρί;
πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν
90 γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα;
τῶνδ᾽ οὐ πάρεστι θάρσος, οὐδ᾽ ἔχω τί φῶ
χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός.
ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς,
ἴσ᾽ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε
95 στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν;
ἢ σῖγ᾽ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο
πατήρ, τάδ᾽ ἐκχέασα, γάποτον χύσιν,
στείχω, καθάρμαθ᾽ ὥς τις ἐκπέμψας, πάλιν
δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;
100 τῆσδ᾽ ἔστε βουλῆς, ὦ φίλαι, μεταίτιαι·
κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν.
μὴ κεύθετ᾽ ἔνδον καρδίας φόβῳ τινός.
τὸ μόρσιμον γὰρ τόν τ᾽ ἐλεύθερον μένει
καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός.
105 λέγοις ἄν, εἴ τι τῶνδ᾽ ἔχεις ὑπέρτερον.
ΧΟ. αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς
λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον.
ΗΛ. λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός.
ΧΟ. φθέγγου χέουσα σεμνά· τοῖσιν εὔφροσιν—
110 ΗΛ. τίνας δὲ τούτους τῶν φίλων προσεννέπω;
ΧΟ. πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ.
ΗΛ. ἐμοί τε καὶ σοί τἄρ᾽ ἐπεύξομαι τάδε.
ΧΟ. αὐτὴ σὺ ταῦτα μανθάνουσ᾽ ἤδη φράσαι.
ΗΛ. τίν᾽ οὖν ἔτ᾽ ἄλλον τῇδε προστιθῶ στάσει;
115 ΧΟ. μέμνησ᾽ Ὀρέστου, κεἰ θυραῖός ἐσθ᾽ ὅμως.
ΗΛ. εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με.
ΧΟ. τοῖς αἰτίοις νυν τοῦ φόνου μεμνημένη—
ΗΛ. τί φῶ; δίδασκ᾽ ἄπειρον ἐξηγουμένη.
ΧΟ. ἐλθεῖν τιν᾽ αὐτοῖς δαίμον᾽ ἢ βροτῶν τινα—
120 ΗΛ. πότερα δικαστὴν ἢ δικηφόρον λέγεις;
ΧΟ. ἁπλωστὶ φράζουσ᾽, ὅστις ἀνταποκτενεῖ.
ΗΛ. καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα;
ΧΟ. πῶς δ᾽ οὔ, τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;
|