Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας
Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7
ΑΡΙΣΤΟΤΕΛΗΣ
Ἠθικὰ Νικομάχεια (1121a-1122a)
Ὁ δ᾽ ἄσωτος καὶ ἐν τούτοις διαμαρτάνει· οὔτε γὰρ ἥδεται ἐφ᾽ οἷς δεῖ οὐδὲ ὡς δεῖ οὔτε λυπεῖται· ἔσται δὲ προϊοῦσι φανερώτερον. εἴρηται δὴ ἡμῖν ὅτι ὑπερβολαὶ καὶ ἐλλείψεις εἰσὶν ἡ ἀσωτία καὶ ἡ ἀνελευθερία, καὶ ἐν δυσίν, ἐν δόσει καὶ λήψει· καὶ τὴν δαπάνην γὰρ εἰς τὴν δόσιν τίθεμεν. ἡ μὲν οὖν ἀσωτία τῷ διδόναι καὶ μὴ λαμβάνειν ὑπερβάλλει, τῷ δὲ λαμβάνειν ἐλλείπει, ἡ δ᾽ ἀνελευθερία τῷ διδόναι μὲν ἐλλείπει, τῷ λαμβάνειν δ᾽ ὑπερβάλλει, πλὴν ἐν μικροῖς. τὰ μὲν οὖν τῆς ἀσωτίας οὐ πάνυ συνδυάζεται· οὐ γὰρ ῥᾴδιον μηδαμόθεν λαμβάνοντα πᾶσι διδόναι· ταχέως γὰρ ἐπιλείπει ἡ οὐσία τοὺς ἰδιώτας διδόντας, οἵπερ καὶ δοκοῦσιν ἄσωτοι εἶναι· ἐπεὶ ὅ γε τοιοῦτος δόξειεν ἂν οὐ μικρῷ βελτίων εἶναι τοῦ ἀνελευθέρου. εὐίατός τε γάρ ἐστι καὶ ὑπὸ τῆς ἡλικίας καὶ ὑπὸ τῆς ἀπορίας, καὶ ἐπὶ τὸ μέσον δύναται ἐλθεῖν. ἔχει γὰρ τὰ τοῦ ἐλευθερίου· καὶ γὰρ δίδωσι καὶ οὐ λαμβάνει, οὐδέτερον δ᾽ ὡς δεῖ οὐδ᾽ εὖ. εἰ δὴ τοῦτο ἐθισθείη ἤ πως ἄλλως μεταβάλοι, εἴη ἂν ἐλευθέριος· δώσει γὰρ οἷς δεῖ, καὶ οὐ λήψεται ὅθεν οὐ δεῖ. διὸ καὶ δοκεῖ οὐκ εἶναι φαῦλος τὸ ἦθος· οὐ γὰρ μοχθηροῦ οὐδ᾽ ἀγεννοῦς τὸ ὑπερβάλλειν διδόντα καὶ μὴ λαμβάνοντα, ἠλιθίου δέ. ὁ δὲ τοῦτον τὸν τρόπον ἄσωτος πολὺ δοκεῖ βελτίων τοῦ ἀνελευθέρου εἶναι διά τε τὰ εἰρημένα, καὶ ὅτι ὃ μὲν ὠφελεῖ πολλούς, ὃ δὲ οὐθένα, ἀλλ᾽ οὐδ᾽ αὑτόν. ἀλλ᾽ οἱ πολλοὶ τῶν ἀσώτων, καθάπερ εἴρηται, καὶ λαμβάνουσιν ὅθεν μὴ δεῖ, καὶ εἰσὶ κατὰ τοῦτο ἀνελεύθεροι. ληπτικοὶ δὲ γίνονται διὰ τὸ βούλεσθαι μὲν ἀναλίσκειν, εὐχερῶς δὲ τοῦτο ποιεῖν μὴ δύνασθαι· ταχὺ γὰρ ἐπιλείπει αὐτοὺς τὰ ὑπάρχοντα. ἀναγκάζονται οὖν ἑτέρωθεν [1121b] πορίζειν. ἅμα δὲ καὶ διὰ τὸ μηδὲν τοῦ καλοῦ φροντίζειν ὀλιγώρως καὶ πάντοθεν λαμβάνουσιν· διδόναι γὰρ ἐπιθυμοῦσι, τὸ δὲ πῶς ἢ πόθεν οὐδὲν αὐτοῖς διαφέρει. διόπερ οὐδ᾽ ἐλευθέριοι αἱ δόσεις αὐτῶν εἰσίν· οὐ γὰρ καλαί, οὐδὲ τούτου ἕνεκα, οὐδὲ ὡς δεῖ· ἀλλ᾽ ἐνίοτε οὓς δεῖ πένεσθαι, τούτους πλουσίους ποιοῦσι, καὶ τοῖς μὲν μετρίοις τὰ ἤθη οὐδὲν ἂν δοῖεν, τοῖς δὲ κόλαξιν ἤ τιν᾽ ἄλλην ἡδονὴν πορίζουσι πολλά. διὸ καὶ ἀκόλαστοι αὐτῶν εἰσὶν οἱ πολλοί· εὐχερῶς γὰρ ἀναλίσκοντες καὶ εἰς τὰς ἀκολασίας δαπανηροί εἰσι, καὶ διὰ τὸ μὴ πρὸς τὸ καλὸν ζῆν πρὸς τὰς ἡδονὰς ἀποκλίνουσιν. ὁ μὲν οὖν ἄσωτος ἀπαιδαγώγητος γενόμενος εἰς ταῦτα μεταβαίνει, τυχὼν δ᾽ ἐπιμελείας εἰς τὸ μέσον καὶ εἰς τὸ δέον ἀφίκοιτ᾽ ἄν. ἡ δ᾽ ἀνελευθερία ἀνίατός τ᾽ ἐστίν (δοκεῖ γὰρ τὸ γῆρας καὶ πᾶσα ἀδυναμία ἀνελευθέρους ποιεῖν), καὶ συμφυέστερον τοῖς ἀνθρώποις τῆς ἀσωτίας· οἱ γὰρ πολλοὶ φιλοχρήματοι μᾶλλον ἢ δοτικοί. καὶ διατείνει δ᾽ ἐπὶ πολύ, καὶ πολυειδές ἐστιν· πολλοὶ γὰρ τρόποι δοκοῦσι τῆς ἀνελευθερίας εἶναι. ἐν δυσὶ γὰρ οὖσα, τῇ τ᾽ ἐλλείψει τῆς δόσεως καὶ τῇ ὑπερβολῇ τῆς λήψεως, οὐ πᾶσιν ὁλόκληρος παραγίνεται, ἀλλ᾽ ἐνίοτε χωρίζεται, καὶ οἳ μὲν τῇ λήψει ὑπερβάλλουσιν, οἳ δὲ τῇ δόσει ἐλλείπουσιν. οἱ μὲν γὰρ ἐν ταῖς τοιαύταις προσηγορίαις οἷον φειδωλοὶ γλίσχροι κίμβικες, πάντες τῇ δόσει ἐλλείπουσι, τῶν δ᾽ ἀλλοτρίων οὐκ ἐφίενται οὐδὲ βούλονται λαμβάνειν, οἳ μὲν διά τινα ἐπιείκειαν καὶ εὐλάβειαν τῶν αἰσχρῶν (δοκοῦσι γὰρ ἔνιοι ἢ φασί γε διὰ τοῦτο φυλάττειν, ἵνα μή ποτ᾽ ἀναγκασθῶσιν αἰσχρόν τι πρᾶξαι· τούτων δὲ καὶ ὁ κυμινοπρίστης καὶ πᾶς ὁ τοιοῦτος· ὠνόμασται δ᾽ ἀπὸ τῆς ὑπερβολῆς τοῦ μηδὲν ἂν δοῦναι)· οἳ δ᾽ αὖ διὰ φόβον ἀπέχονται τῶν ἀλλοτρίων ὡς οὐ ῥᾴδιον αὐτὸν μὲν τὰ ἑτέρων λαμβάνειν, τὰ δ᾽ αὐτοῦ ἑτέρους μή· ἀρέσκει οὖν αὐτοῖς τὸ μήτε λαμβάνειν μήτε διδόναι. οἳ δ᾽ αὖ κατὰ τὴν λῆψιν ὑπερβάλλουσι τῷ πάντοθεν λαμβάνειν καὶ πᾶν, οἷον οἱ τὰς ἀνελευθέρους ἐργασίας ἐργαζόμενοι, πορνοβοσκοὶ καὶ πάντες οἱ τοιοῦτοι, καὶ τοκισταὶ κατὰ μικρὰ καὶ ἐπὶ πολλῷ. [1122a] πάντες γὰρ οὗτοι ὅθεν οὐ δεῖ λαμβάνουσι, καὶ ὁπόσον οὐ δεῖ. κοινὸν δ᾽ ἐπ᾽ αὐτοῖς ἡ αἰσχροκέρδεια φαίνεται· πάντες γὰρ ἕνεκα κέρδους, καὶ τούτου μικροῦ, ὀνείδη ὑπομένουσιν. τοὺς γὰρ τὰ μεγάλα μὴ ὅθεν δὲ δεῖ λαμβάνοντας, μηδὲ ἃ δεῖ, οὐ λέγομεν ἀνελευθέρους, οἷον τοὺς τυράννους πόλεις πορθοῦντας καὶ ἱερὰ συλῶντας, ἀλλὰ πονηροὺς μᾶλλον καὶ ἀσεβεῖς καὶ ἀδίκους. ὁ μέντοι κυβευτὴς καὶ ὁ λωποδύτης καὶ ὁ λῃστὴς τῶν ἀνελευθέρων εἰσίν· αἰσχροκερδεῖς γάρ. κέρδους γὰρ ἕνεκα ἀμφότεροι πραγματεύονται καὶ ὀνείδη ὑπομένουσιν, καὶ οἳ μὲν κινδύνους τοὺς μεγίστους ἕνεκα τοῦ λήμματος, οἳ δ᾽ ἀπὸ τῶν φίλων κερδαίνουσιν, οἷς δεῖ διδόναι. ἀμφότεροι δὴ ὅθεν οὐ δεῖ κερδαίνειν βουλόμενοι αἰσχροκερδεῖς· καὶ πᾶσαι δὴ αἱ τοιαῦται λήψεις ἀνελεύθεροι. εἰκότως δὲ τῇ ἐλευθεριότητι ἀνελευθερία ἐναντίον λέγεται· μεῖζόν τε γάρ ἐστι κακὸν τῆς ἀσωτίας, καὶ μᾶλλον ἐπὶ ταύτην ἁμαρτάνουσιν ἢ κατὰ τὴν λεχθεῖσαν ἀσωτίαν. περὶ μὲν οὖν ἐλευθεριότητος καὶ τῶν ἀντικειμένων κακιῶν τοσαῦτ᾽ εἰρήσθω. |
Ο άσωτος ενεργεί λανθασμένα και σ᾽ αυτές τις περιπτώσεις· ούτε, πράγματι, ευχαριστιέται με αυτά που πρέπει και με τον τρόπο που πρέπει ούτε λυπάται — το πράγμα θα γίνει πιο φανερό στη συνέχεια της έκθεσής μας. |