ΠΛΟΥΤΩΝ
οὐδὲν ἄρα πράξεις ὧνπερ ἦλθες οὕνεκα;
1415ΔΙ. ἐὰν δὲ κρίνω τὸν ἕτερον; ΠΛ. λαβὼν ἄπει
ὁπότερον ἂν κρίνῃς, ἵν᾽ ἔλθῃς μὴ μάτην.
ΔΙ. εὐδαιμονοίης. φέρε, πύθεσθέ μου ταδί.
ἐγὼ κατῆλθον ἐπὶ ποητήν. ΕΥ. τοῦ χάριν;
ΔΙ. ἵν᾽ ἡ πόλις σωθεῖσα τοὺς χοροὺς ἄγῃ.
1420ὁπότερος οὖν ἂν τῇ πόλει παραινέσειν
μέλλῃ τι χρηστόν, τοῦτον ἄξειν μοι δοκῶ.
πρῶτον μὲν οὖν περὶ Ἀλκιβιάδου τίν᾽ ἔχετον
γνώμην ἑκάτερος; ἡ πόλις γὰρ δυστοκεῖ.
ΕΥ. ἔχει δὲ περὶ αὐτοῦ τίνα γνώμην; ΔΙ. τίνα;
1425ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δ᾽ ἔχειν.
ἀλλ᾽ ὅ τι νοεῖτον εἴπατον τούτου πέρι.
ΕΥ. μισῶ πολίτην, ὅστις ὠφελεῖν πάτραν
βραδὺς φανεῖται, μεγάλα δὲ βλάπτειν ταχύς,
καὶ πόριμον αὑτῷ, τῇ πόλει δ᾽ ἀμήχανον.
1430ΔΙ. εὖ γ᾽, ὦ Πόσειδον. σὺ δὲ τίνα γνώμην ἔχεις;
ΑΙ. [οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν.]
μάλιστα μὲν λέοντα μὴ ᾽ν πόλει τρέφειν·
ἢν δ᾽ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν.
ΔΙ. νὴ τὸν Δία τὸν σωτῆρα, δυσκρίτως γ᾽ ἔχω·
ὁ μὲν σοφῶς γὰρ εἶπεν, ὁ δ᾽ ἕτερος σαφῶς.
1435ἀλλ᾽ ἔτι μίαν γνώμην ἑκάτερος εἴπατον
περὶ τῆς πόλεως ἥντιν᾽ ἔχετον σωτηρίαν.
ΕΥ. εἴ τις πτερώσας Κλεόκριτον Κινησίᾳ,
αἴροιεν αὖραι πελαγίαν ὑπὲρ πλάκα—
ΔΙ. γέλοιον ἂν φαίνοιτο. νοῦν δ᾽ ἔχει τίνα;
1440ΕΥ. εἰ ναυμαχοῖεν, κᾆτ᾽ ἔχοντες ὀξίδας
ῥαίνοιεν εἰς τὰ βλέφαρα τῶν ἐναντίων.
ἐγὼ μὲν οἶδα καὶ θέλω φράζειν. ΔΙ. λέγε.
ΕΥ. ὅταν τὰ νῦν ἄπιστα πίσθ᾽ ἡγώμεθα,
τὰ δ᾽ ὄντα πίστ᾽ ἄπιστα— ΔΙ. πῶς; οὐ μανθάνω.
1445ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον.
ΕΥ. εἰ τῶν πολιτῶν οἷσι νῦν πιστεύομεν,
τούτοις ἀπιστήσαιμεν, οἷς δ᾽ οὐ χρώμεθα,
τούτοισι χρησαίμεσθα, σωθείημεν ἄν.
εἰ νῦν γε δυστυχοῦμεν ἐν τούτοισι, πῶς
1450τἀναντί᾽ ‹ἂν› πράττοντες οὐ σῳζοίμεθ᾽ ἄν;
|