Δαιμόνιοι, τί δὲ κέρδος ὁ μυρίος ἔνδοθι χρυσός
κείμενος; οὐχ ἅδε πλούτου φρονέουσιν ὄνασις,
ἀλλὰ τὸ μὲν ψυχᾷ, τὸ δέ πού τινι δοῦναι ἀοιδῶν·
25 πολλοὺς εὖ ἔρξαι πηῶν, πολλοὺς δὲ καὶ ἄλλων
ἀνθρώπων, αἰεὶ δὲ θεοῖς ἐπιβώμια ῥέζειν,
μηδὲ ξεινοδόκον κακὸν ἔμμεναι ἀλλὰ τραπέζῃ
μειλίξαντ᾽ ἀποπέμψαι ἐπὴν ἐθέλωντι νέεσθαι,
Μοισάων δὲ μάλιστα τίειν ἱεροὺς ὑποφήτας,
30 ὄφρα καὶ εἰν Ἀίδαο κεκρυμμένος ἐσθλὸς ἀκούσῃς,
μηδ᾽ ἀκλεὴς μύρηαι ἐπὶ ψυχροῦ Ἀχέροντος,
ὡσεί τις μακέλᾳ τετυλωμένος ἔνδοθι χεῖρας
ἀχὴν ἐκ πατέρων πενίην ἀκτήμονα κλαίων.
πολλοὶ ἐν Ἀντιόχοιο δόμοις καὶ ἄνακτος Ἀλεύα
35 ἁρμαλιὴν ἔμμηνον ἐμετρήσαντο πενέσται·
πολλοὶ δὲ Σκοπάδαισιν ἐλαυνόμενοι ποτὶ σακούς
μόσχοι σὺν κεραῇσιν ἐμυκήσαντο βόεσσι·
μυρία δ᾽ ἂμ πεδίον Κραννώνιον ἐνδιάασκον
ποιμένες ἔκκριτα μῆλα φιλοξείνοισι Κρεώνδαις·
40 ἀλλ᾽ οὔ σφιν τῶν ἦδος, ἐπεὶ γλυκὺν ἐξεκένωσαν
θυμὸν ἐς εὐρεῖαν σχεδίαν στυγνοῖο γέροντος·
ἄμναστοι δὲ τὰ πολλὰ καὶ ὄλβια τῆνα λιπόντες
δειλοῖς ἐν νεκύεσσι μακροὺς αἰῶνας ἔκειντο,
εἰ μὴ θεῖος ἀοιδὸς ὁ Κήιος αἰόλα φωνέων
45 βάρβιτον ἐς πολύχορδον ἐν ἀνδράσι θῆκ᾽ ὀνομαστούς
ὁπλοτέροις· τιμᾶς δὲ καὶ ὠκέες ἔλλαχον ἵπποι,
οἵ σφισιν ἐξ ἱερῶν στεφανηφόροι ἦλθον ἀγώνων.
τίς δ᾽ ἂν ἀριστῆας Λυκίων ποτέ, τίς κομόωντας
Πριαμίδας ἢ θῆλυν ἀπὸ χροιᾶς Κύκνον ἔγνω,
50 εἰ μὴ φυλόπιδας προτέρων ὕμνησαν ἀοιδοί;
οὐδ᾽ Ὀδυσεὺς ἑκατόν τε καὶ εἴκοσι μῆνας ἀλαθείς
πάντας ἐπ᾽ ἀνθρώπους, Ἀίδαν τ᾽ εἰς ἔσχατον ἐλθών
ζωός, καὶ σπήλυγγα φυγὼν ὀλοοῖο Κύκλωπος,
δηναιὸν κλέος ἔσχεν, ἐσιγάθη δ᾽ ἂν ὑφορβός
55 Εὔμαιος καὶ βουσὶ Φιλοίτιος ἀμφ᾽ ἀγελαίαις
ἔργον ἔχων αὐτός τε περίσπλαγχνος Λαέρτης,
εἰ μή σφεας ὤνασαν Ἰάονος ἀνδρὸς ἀοιδαί.
|