ΧΟ. οἶμαί γε τῶν νεωτέρων τὰς καρδίας [ἀντ.]
πηδᾶν, ὅ τι λέξει.
εἰ γὰρ τοιαῦτά γ᾽ οὗτος ἐξειργασμένος
λαλῶν ἀναπείσει,
1395τὸ δέρμα τῶν γεραιτέρων λάβοιμεν ἂν
ἀλλ᾽ οὐδ᾽ ἐρεβίνθου.
σὸν ἔργον, ὦ καινῶν ἐπῶν κινητὰ καὶ μοχλευτά,
πειθώ τινα ζητεῖν, ὅπως δόξεις λέγειν δίκαια.
ΦΕ. ὡς ἡδὺ καινοῖς πράγμασιν καὶ δεξιοῖς ὁμιλεῖν,
1400καὶ τῶν καθεστώτων νόμων ὑπερφρονεῖν δύνασθαι.
ἐγὼ γὰρ ὅτε μὲν ἱππικῇ τὸν νοῦν μόνῃ προσεῖχον,
οὐδ᾽ ἂν τρί᾽ εἰπεῖν ῥήμαθ᾽ οἷός τ᾽ ἦν πρὶν ἐξαμαρτεῖν·
νυνὶ δ᾽ ἐπειδή μ᾽ οὑτοσὶ τούτων ἔπαυσεν αὐτός,
γνώμαις δὲ λεπταῖς καὶ λόγοις ξύνειμι καὶ μερίμναις,
1405οἶμαι διδάξειν ὡς δίκαιον τὸν πατέρα κολάζειν.
ΣΤ. ἵππευε τοίνυν, νὴ Δί᾽, ὡς ἔμοιγε κρεῖττόν ἐστιν
ἵππων τρέφειν τέθριππον ἢ τυπτόμενον ἐπιτριβῆναι.
ΦΕ. ἐκεῖσε δ᾽ ὅθεν ἀπέσχισάς με τοῦ λόγου μέτειμι,
καὶ πρῶτ᾽ ἐρήσομαί σε τουτί· παῖδά μ᾽ ὄντ᾽ ἔτυπτες;
1410ΣΤ. ἔγωγέ σ᾽ εὐνοῶν τε καὶ κηδόμενος. ΦΕ. εἰπὲ δή μοι,
οὐ κἀμὲ σοὶ δίκαιόν ἐστιν εὐνοεῖν ὁμοίως
τύπτειν τ᾽, ἐπειδήπερ γε τοῦτ᾽ ἔστ᾽ εὐνοεῖν, τὸ τύπτειν;
πῶς γὰρ τὸ μὲν σὸν σῶμα χρὴ πληγῶν ἀθῷον εἶναι,
τοὐμὸν δὲ μή; καὶ μὴν ἔφυν ἐλεύθερός γε κἀγώ.
1415«κλάουσι παῖδες, πατέρα δ᾽ οὐ κλάειν δοκεῖς;»
φήσεις νομίζεσθαι σὺ παιδὸς τοῦτο τοὔργον εἶναι·
ἐγὼ δέ γ᾽ ἀντείποιμ᾽ ἂν ὡς «δὶς παῖδες οἱ γέροντες»,
εἰκός τε μᾶλλον τοὺς γέροντας ἢ νέους τι κλάειν,
ὅσῳπερ ἐξαμαρτάνειν ἧττον δίκαιον αὐτούς.
1420ΣΤ. ἀλλ᾽ οὐδαμοῦ νομίζεται τὸν πατέρα τοῦτο πάσχειν.
ΦΕ. οὔκουν ἀνὴρ ὁ τὸν νόμον θεὶς τοῦτον ἦν τὸ πρῶτον
ὥσπερ σὺ κἀγώ, καὶ λέγων ἔπειθε τοὺς παλαιούς;
ἧττόν τι δῆτ᾽ ἔξεστι κἀμοὶ καινὸν αὖ τὸ λοιπὸν
θεῖναι νόμον τοῖς υἱέσιν, τοὺς πατέρας ἀντιτύπτειν;
1425ὅσας δὲ πληγὰς εἴχομεν πρὶν τὸν νόμον τεθῆναι,
ἀφίεμεν, καὶ δίδομεν αὐτοῖς προῖκα συγκεκόφθαι.
σκέψαι δὲ τοὺς ἀλεκτρυόνας καὶ τἄλλα τὰ βοτὰ ταυτί,
ὡς τοὺς πατέρας ἀμύνεται· καίτοι τί διαφέρουσιν
ἡμῶν ἐκεῖνοι, πλήν γ᾽ ὅτι ψηφίσματ᾽ οὐ γράφουσιν;
1430ΣΤ. τί δῆτ᾽, ἐπειδὴ τοὺς ἀλεκτρυόνας ἅπαντα μιμεῖ,
οὐκ ἐσθίεις καὶ τὴν κόπρον κἀπ᾽ ἰκρίου καθεύδεις;
ΦΕ. οὐ ταὐτόν, ὦ τᾶν, ἐστίν, οὐδ᾽ ἂν Σωκράτει δοκοίη.
ΣΤ. πρὸς ταῦτα μὴ τύπτ᾽· εἰ δὲ μή, σαυτόν ποτ᾽ αἰτιάσει.
ΦΕ. καὶ πῶς; ΣΤ. ἐπεὶ σὲ μὲν δίκαιός εἰμ᾽ ἐγὼ κολάζειν,
1435σὺ δ᾽, ἢν γένηταί σοι, τὸν υἱόν. ΦΕ. ἢν δὲ μὴ γένηται,
μάτην ἐμοὶ κεκλαύσεται, σὺ δ᾽ ἐγχανὼν τεθνήξεις.
ΣΤ. ἐμοὶ μέν, ὦνδρες ἥλικες, δοκεῖ λέγειν δίκαια·
κἄμοιγε συγχωρεῖν δοκεῖ τούτοισι τἀπιεικῆ.
κλάειν γὰρ ἡμᾶς εἰκός ἐστ᾽, ἢν μὴ δίκαια δρῶμεν.
1440ΦΕ. σκέψαι δὲ χἀτέραν ἔτι γνώμην. ΣΤ. ἀπὸ τἄρ᾽ ὀλοῦμαι.
ΦΕ. καὶ μὴν ἴσως γ᾽ οὐκ ἀχθέσει παθὼν ἃ νῦν πέπονθας.
ΣΤ. πῶς δή; δίδαξον γὰρ τί μ᾽ ἐκ τούτων ἐπωφελήσεις.
ΦΕ. τὴν μητέρ᾽ ὥσπερ καὶ σὲ τυπτήσω. ΣΤ. τί φῄς, τί φῂς σύ;
τοῦθ᾽ ἕτερον αὖ μεῖζον κακόν. ΦΕ. τί δ᾽, ἢν ἀνέχων τὸν ἥττω
1445λόγον σε νικήσω λέγων
τὴν μητέρ᾽ ὡς τύπτειν χρεών;
ΣΤ. τί δ᾽ ἄλλο γ᾽ ἤ, ταῦτ᾽ ἢν ποῇς,
οὐδέν σε κωλύσει σεαυ-
τὸν ἐμβαλεῖν εἰς τὸ βάραθρον
1450μετὰ Σωκράτους
καὶ τὸν λόγον τὸν ἥττω;
|