ὢ ἔβενος, ὢ χρυσός, ὢ ἐκ λευκῶ ἐλέφαντος
αἰετοὶ οἰνοχόον Κρονίδᾳ Διὶ παῖδα φέροντες,
125 πορφύρεοι δὲ τάπητες ἄνω μαλακώτεροι ὕπνω·
ἁ Μίλατος ἐρεῖ χὠ τὰν Σαμίαν καταβόσκων,
«ἔστρωται κλίνα τὠδώνιδι τῷ καλῷ ἄμμιν».
τὸν μὲν Κύπρις ἔχει, τὰν δ᾽ ὁ ῥοδόπαχυς Ἄδωνις.
ὀκτωκαιδεκετὴς ἢ ἐννεακαίδεχ᾽ ὁ γαμβρός·
130 οὐ κεντεῖ τὸ φίλημ᾽· ἔτι οἱ περὶ χείλεα πυρρά.
νῦν μὲν Κύπρις ἔχοισα τὸν αὑτᾶς χαιρέτω ἄνδρα·
ἀῶθεν δ᾽ ἄμμες νιν ἅμα δρόσῳ ἀθρόαι ἔξω
οἰσεῦμες ποτὶ κύματ᾽ ἐπ᾽ ἀιόνι πτύοντα,
λύσασαι δὲ κόμαν καὶ ἐπὶ σφυρὰ κόλπον ἀνεῖσαι
135 στήθεσι φαινομένοις λιγυρᾶς ἀρξεύμεθ᾽ ἀοιδᾶς.
ἕρπεις, ὦ φίλ᾽ Ἄδωνι, καὶ ἐνθάδε κἠς Ἀχέροντα
ἡμιθέων, ὡς φαντί, μονώτατος. οὔτ᾽ Ἀγαμέμνων
τοῦτ᾽ ἔπαθ᾽ οὔτ᾽ Αἴας ὁ μέγας, βαρυμάνιος ἥρως,
οὔθ᾽ Ἕκτωρ, Ἑκάβας ὁ γεραίτατος εἴκατι παίδων,
140 οὐ Πατροκλῆς, οὐ Πύρρος ἀπὸ Τροίας ἐπανενθών,
οὔθ᾽ οἱ ἔτι πρότεροι Λαπίθαι καὶ Δευκαλίωνες,
οὐ Πελοπηιάδαι τε καὶ Ἄργεος ἄκρα Πελασγοί.
ἵλαος, ὦ φίλ᾽ Ἄδωνι, καὶ ἐς νέωτ᾽· εὐθυμεύσαις
καὶ νῦν ἦνθες, Ἄδωνι, καί, ὅκκ᾽ ἀφίκῃ, φίλος ἡξεῖς.
145 ΓΟ. Πραξινόα, τὸ χρῆμα σοφώτατον ἁ θήλεια·
ὀλβία ὅσσα ἴσατι, πανολβία ὡς γλυκὺ φωνεῖ.
ὥρα ὅμως κἠς οἶκον. ἀνάριστος Διοκλείδας·
χὠνὴρ ὄξος ἅπαν, πεινᾶντι δὲ μηδὲ ποτένθῃς.
χαῖρε, Ἄδων ἀγαπατέ, καὶ ἐς χαίροντας ἀφικνεῦ.
|